Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
  2. ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ.
  3. θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον,
  4. δίας πάροιθε παρθένου Παλληνίδος·
  5. καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
  6. μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
  7. τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος,
  8. ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
  9. χάριν προδόντες τήνδε. τοιούτων ξένων
  10. προύστητε. πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένος
  11. δεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ;
  12. Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
  13. κοὐκ ἂν προδοῦναί μʼ. ἀλλὰ μήτε μοι χοὰς
  14. μήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον.
  15. κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼ
  16. δώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ,
  17. ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών.
Ἀλκμήνη
  1. τί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίαν
  2. κατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών,
  3. κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε;