Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός,
  2. Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.
  3. σοὶ μὲν ἕδρα θείοισι μετʼ ἀνδράσι· τὸν δὲ πολῖται
  4. τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.