Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
  2. ὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
  3. θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἡ δὲ κατʼ αὐτοὺς
  4. πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
  5. οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ ῥά οἱ αὐτῇ
  6. ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
  7. ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
  8. μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
  9. ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ
  10. κεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα,
  11. ἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι
  12. Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
  13. τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες
  14. πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
  15. καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
  16. λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
  17. νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
  18. Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
  19. αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης
  20. πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ