Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
  2. τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος
  3. διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.
  4. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,
  5. ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιος
  6. ἔπεά τε ποιεῖν πρὸς λύραν τʼ ἀείδειν.
  1. τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρ
  2. τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,
  3. πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
  4. Πείσανδρος συνέγραψεν ὡκ Καμίρου
  5. χὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους.
  6. τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,
  7. ἔστασʼ ἐνθάδε χάλκεον ποιήσας
  8. πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.
181
  1. Καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
  2. ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
  3. σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
  4. ὃν λεῦκον καλέουσιν, ὁ γὰρ φιερώτατος ἄλλων,
  5. καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
  6. ἔμπλεα.