Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε
  2. σπουδᾷ, καὶ λέγʼ ἐπὴν ἐς οἶκον ἔνθῃς·
  3. Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ
  4. τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.
  5. προσθεὶς δὲ χὥτι τοῖς νέοισιν ἅδετο,
  6. ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.