Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
  2. οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
  3. οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
  4. ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
  5. ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γὰρ
  6. ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.