Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,
  2. δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
  3. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα·
  4. χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
  5. πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς
  6. καίπερ ἄκικυς ἐὼν εἶχʼ ἄρα κηδεμόνας.