Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος,
- ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
- μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
- χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
- μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
- ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.