Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
  2. ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι
  3. ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
  4. ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
  5. ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
  6. ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς—
  7. βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
  8. καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
  9. πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
  10. οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
  11. Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν