Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. μένει· τῷ δʼ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
  2. ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄρη νυκτὸς ἐνύπνια,
  3. παύσασθαι δʼ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω.
  4. ταῦτα χἅτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν.
  5. ὁ δὲ τοῦτʼ ἔφατʼ· ὄττις δοκίμοι τὸν δολομάχανον
  6. νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων
  7. εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα.
  8. καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα
  9. ἕλκειν τὸν ζυγόν, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γὰρ ὦγαθὲ
  10. βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον
  11. καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον,
  12. σμίκρας δεύμενον αὔρας ὀνέμων ᾇ κε θέλῃ φόρη.