Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,
  2. τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
  3. ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.—
  4. Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—
  5. τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
  6. ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
  7. καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
  8. ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,
  9. οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
  10. ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
  11. εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,
  12. ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν
  13. τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
  14. ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
  15. τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως
  16. αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
  17. Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ
  18. αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,
  19. καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
  20. ̔Ιππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,