Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας·
  2. Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον
  3. λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·
  4. αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
  5. ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
  6. ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
  7. οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
  8. φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν,
  9. εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι·
  10. αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
  11. ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.
  12. εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ.
  13. χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
  14. Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·
  15. χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς
  16. Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,
  17. αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
  18. οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.