Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα
  2. τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
  3. χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
  4. κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
  5. ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς,
  6. τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
  7. ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι
  8. εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
  9. ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
  10. Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει,
  11. σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
  12. Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
  13. σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,
  14. ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι.
  15. 167
  16. μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι.
  17. Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον,
  18. πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι.
  19. Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες;
  20. Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι.
  21. μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,