Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις
- θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε
- κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν
- θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι
- σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον,
- πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
- ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
- ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
- θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ·
- τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
- καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·
- ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
- μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
- χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,
- τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
- ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα
- αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
- θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι
- ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
- νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω
165