Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
  2. Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
  3. Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ
  4. ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.
  5. γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
  6. υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
  7. τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν
  8. Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
  9. αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
  10. πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος.
  11. ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες
  12. ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται
  13. δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντες
  14. 155
  15. πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
  16. πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ
  17. Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων
  18. θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·
  19. τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
  20. ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν
  21. ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι,