Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς·
  2. οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
  3. χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.
  4. κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι.
  5. ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.
  6. γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω·
  7. τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,
  8. ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.
  9. Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω
  10. ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν,
  11. 150
  12. τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ,
  13. τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη
  14. νεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
  15. αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη
  16. τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ
  17. εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα
  18. γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,
  19. καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ
  20. ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν
  21. ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον·