Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
  2. ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
  3. ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
  4. ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
  5. δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·
  6. στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
  7. σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
  8. ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον
  9. ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
  10. χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
  11. αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
  12. ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
  13. τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.