Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
  2. φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
  3. ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,
  4. ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
  5. Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
  6. ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
  7. Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
  8. Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
  9. Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
  10. ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
  11. τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός.
  12. 141
  13. ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
  14. εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
  15. Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
  16. ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
  17. παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
  18. εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
  19. ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν
  20. λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
  21. ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι