Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
  2. αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
  3. ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
  4. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον
  5. αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
  6. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
  7. στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
  8. κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν
  9. κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
  10. 137
  11. τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
  12. ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
  13. μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
  14. νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι
  15. οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
  16. οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά,
  17. πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε
  18. οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν
  19. θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
  20. κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
  21. τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ