Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
  2. καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο.
  3. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
  4. ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν.
  5. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις.
  6. οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
  7. 135
  8. ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις·
  9. ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
  10. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
  11. καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς.
  12. τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
  13. καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
  14. χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
  15. καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
  16. καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα,
  17. καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
  18. χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν,
  19. ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα.
  20. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
  21. ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;