Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα
  2. κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
  3. δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση
  4. καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ
  5. δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν
  6. θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
  7. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
  8. ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.