Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
  2. ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
  3. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
  4. πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
  5. πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
  6. λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
  7. γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
  8. ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
  9. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
  10. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
  11. εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
  12. ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
  13. ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
  14. εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
  15. καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
  16. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
  17. ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
  18. ̔Υμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.