Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον.
  2. ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
  3. χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς,
  4. τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
  5. τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
  6. Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
  7. πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·
  8. ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν.
  9. πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
  10. ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος·
  11. ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
  12. οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
  13. 133
  14. οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
  15. κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων.
  16. οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
  17. Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
  18. ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί.
  19. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
  20. ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
  21. ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,