Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία
  2. 131
  3. στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
  4. ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς·
  5. ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι
  6. ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
  7. πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
  8. μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
  9. αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων
  10. νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ,
  11. ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.
  12. ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,
  13. οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου·
  14. ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
  15. χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
  16. χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων
  17. μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον
  18. φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.