Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
  2. ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
  3. Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·
  4. ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
  5. τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ
  6. ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
  7. ἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει;
  8. 123
  9. αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι,
  10. πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον,
  11. ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
  12. ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
  13. ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.
  14. τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
  15. οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς
  16. αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων.
  17. πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
  18. ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
  19. ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα·
  20. αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.
  21. τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὁμηρος.