Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
- καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
- ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
- νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
- Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
- ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
- βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
- πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
- Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ
- ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
- ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·
- κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.
- νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
- δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
- Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
- ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
- καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
- τρὶς μὲν Ὑλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·
- τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ
- ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
111