Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες,
- Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
- οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,
- οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
- ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,
- ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
- τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
- καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
- ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
- χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,
- οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
- οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
- σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
- ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,
- αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
- ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων
- Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
- πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
- ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν,
- Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
109