Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα.
  2. ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες
  3. ἔσσονθʼ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
  4. ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.
  5. ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
  6. διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον.
  7. Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
  8. ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα
  9. ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
  10. αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ
  11. κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι.
  12. ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
  13. βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν.
  14. ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
  15. ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ
  16. Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
  17. πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.