Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;
  2. ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
  3. ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο
  4. ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός,
  5. ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
  6. ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν
  7. συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
  8. τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν
  9. ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
  10. εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες
  11. νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.
  12. θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
  13. φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων,
  14. τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν.
  15. ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν
  16. χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς.
  17. εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ
  18. 108
  19. ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα
  20. ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα·
  21. ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω