Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται,
  2. ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
  3. ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
  4. ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν.
  5. ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν
  6. καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
  7. ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ·
  8. οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,
  9. καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.
  10. φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
  11. σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
  12. ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
  13. αἴκʼ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας
  14. ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
  15. τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
  16. εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν.
  17. πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,
  18. 107
  19. κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω
  20. δῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
  21. οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα