Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
  2. 105
  3. φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
  4. οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
  5. φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
  6. ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον
  7. ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα
  8. ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον.
  9. παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν
  10. ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν.
  11. γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις·
  12. ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
  13. ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά,
  14. εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
  15. ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
  16. κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω·
  17. τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ,
  18. οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί.
  19. συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
  20. τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
  21. πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς