Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ Μικρῷ διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. γεγόνοι δʼ ἄν, ὡς μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· ὡς δὲ Θρασύλος ἐν τῷ ἐπιγραφομένῳ Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἐνιαυτῷ, φησί, πρεσβύτερος ὢν Σωκράτους. εἴη ἂν οὖν κατʼ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην· καὶ γὰρ τούτου μέμνηται.

μέμνηται δὲ καὶ τῆς περὶ τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα, ὡς κατʼ αὐτὸν μάλιστα διαβεβοημένων, καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου, ὃς ὁμολογεῖται κατὰ Σωκράτην γεγονέναι.

Φησὶ δʼ Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων, ἐλθόντος Ἱπποκράτους πρὸς αὐτόν, κελεῦσαι κομισθῆναι

V2_452
γάλα· καὶ θεασάμενον τὸ γάλα εἰπεῖν εἶναι αἰγὸς πρωτοτόκου καὶ μελαίνης· ὅθεν τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ κόρης ἀκολουθούσης τῷ Ἱπποκράτει, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω χαῖρε κόρη, τῇ δʼ ἐχομένῃ χαῖρε γύναι· καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη.

Τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν[*](ἀδελφιδῆν coni. Reiske.) λυπεῖσθαι ὅτι ἐν τῇ τῶν θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὑτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δʼ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν ὁ Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς.

Ἡμεῖς τʼ εἰς αὐτὸν ἐν τῇ Παμμέτρῳ τοῦτον ἐποιήσαμεν τὸν τρόπον·

    καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον
  1. ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;
  2. ὃς Θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν
  3. καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
τοιοῦτος μὲν ὁ βίος τἀνδρός.

Δοκεῖ δʼ αὐτῷ τάδε· ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δʼ ἄλλα πάντα νενομίσθαι· ἀπείρους τε εἶναι κόσμους καὶ γενητοὺς καὶ φθαρτούς. μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ

V2_454
εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δʼ ἐν τῷ ὅλῳ δινουμένας, καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα· ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως· ἣν καὶ νοῦν ταὐτὸν εἶναι. ὁρᾶν δʼ ἡμᾶς κατʼ εἰδώλων ἐμπτώσεις.

Πάντα τε κατʼ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει. τέλος δʼ εἶναι τὴν εὐθυμίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθʼ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δʼ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι. ποιότητας δὲ νόμῳ εἶναι, φύσει δʼ ἄτομα καὶ κενόν. καὶ ταῦτα μὲν αὐτῷ ἐδόκει.

Τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ τὰ Πλάτωνος κατὰ τετραλογίαν.

Ἔστι δε ἤθικα μὲν τάδε·

  • Πυθαγόρης.
  • Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως.
  • Περὶ τῶν ἐν Ἅιδου.
  • Τριτογένεια ʽτοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχεἰ.
  • Περὶ ἀνδραγαθίας ἢ περὶ ἀρετῆς.
  • Ἀμαλθείης κέρας.
  • V2_456
  • Περὶ εὐθυμίης.
  • Ὑπομνημάτων ἠθικῶν· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται.
  • καὶ ταῦτα μὲν τὰ ἠθικα.

    Φυσικὰ δὲ τάδε·

  • Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι).
  • Μικρὸς διάκοσμος.
  • Κοσμογραφίη.
  • Περὶ τῶν πλανήτων.
  • Περὶ φύσεως πρῶτον.
  • Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκό̓ς), δεύτερον.
  • Περὶ νοῦ.
  • Περὶ αἰσθησίων (ταῦτά τινες ὅμου γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι).
  • Περὶ χυμῶν.
  • Περὶ χροῶν.
  • Περὶ τῶν διαφερόντων ῥυσμῶν.
  • Περὶ ἀμειψιρυσμιῶν.
  • Κρατυντήρια (ὅπερ ἐστὶν ἐπικριτικὰ τῶν προειρημένων).
  • Περὶ εἰδώλων ἢ περὶ προνοίας.[*](προνοίας] ἀπορροίης coni. Krische.)
  • Περὶ λογικῶν ἢ κανὼν α′ β′ γʼ.
  • Ἀπορημάτων.
  • ταῦτα καὶ περὶ φύσεως.

    Τὰ δὲ ἀσύντακτά ἐστι τάδε·

  • Αἰτίαι οὐράνιαι.
  • Αἰτίαι ἀέριοι.
  • Αἰτίαι ἐπίπεδοι.
  • Αἰτίαι περὶ πυρὸς καὶ τῶν ἐν πυρἱ.
  • V2_458
  • Αἰτίαι περὶ φωνῶν.
  • Αἰτίαι περὶ σπερμάτων καὶ φυτὣν καὶ καρπῶν.
  • Αἰτίαι περὶ ζῴων α′ β′ γʼ.
  • Αἰτίαι σύμμικτοι.
  • Περὶ τῆς λίθου.
  • ταῦτα καὶ τὰ ἀσύντακτα.

    Μαθηματικὰ δὲ τάδε·

  • Περὶ διαφορῆς γωνίης[*](γωνίης] γνώμης vulg.) ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης.
  • Περὶ γεωμετρίης.
  • Γεωμετρικῶν.
  • Ἀριθμοί.
  • Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν α# β#.
  • Ἐκπετάσματα.
  • Μέγας ἐνιαυτὸς ἢ Ἀστρονομίη, παράπηγμα.
  • Ἅμιλλα κλεψύδρας 〈καὶ οὐρανοῦ〉.[*](ἄμιλλα κλεψύδραι codd., coll. Art. Eudoxi 14. 13 (p. 21 Blass): corr. Diels.)
  • Οὐρανογραφίη.
  • Γεωγραφίη.
  • Πολογραφίη.
  • Ἀκτινογραφίη.
  • τοσαῦτα καὶ τὰ μαθηματικά.

    Μουσικὰ δὲ τάδε·

  • Περὶ ῥυθμῶν καὶ ἁρμονίης.
  • Περὶ ποιήσιος.
  • Περὶ καλλοσύνης ἐπέων.
  • Περὶ εὐφώνων καὶ δυσφ〈·〉νων γραμμάτων.
  • V2_460
  • Περὶ Ὁμήρου ἢ ὀρθοεπείης καὶ γλωσσέων.
  • Περὶ ἀοιδῆς.
  • Περὶ ῥημάτων.
  • Ὀνομαστικῶν.
  • τοσαῦτα καὶ τὰ μουσικά.

    Τεχνικὰ δὲ τάδε·

  • Πρόγνωσις.
  • Περὶ διαίτης ἢ διαιτητικόν.
  • [Ἢ] Ἰητρικὴ γνώμη.
  • Αἰτίαι περὶ ἀκαιριῶν καὶ ἐπικαιριῶν.
  • Περὶ γεωργίης ἢ Γεωμετρικόν.
  • Περὶ ζωγραφίης.
  • Τακτικὸν καὶ
  • Ὁπλομαχικόν.
  • τοσαῦτα καὶ τάδε.

    Τάττουσι δέ τινες κατʼ ἰδίαν ἐκ τῶν Ὑπομνημάτων καὶ ταῦτα·

  • Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων.
  • Περὶ τῶν ἐν Μερόῃ.
  • Ὠκεανοῦ περίπλους.
  • Περὶ ἱστορίης.
  • Χαλδαϊκὸς λόγος.
  • Φρύγιος λόγος.
  • Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων.
  • Νομικὰ[*](Λοιμικὰ coni. Reiske.) αἴτια.
  • Χειρόκμητα [ἢ] προβλήματα.
  • Τὰ δʼ ἄλλα ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτὸν τὰ

    V2_462
    μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δʼ ὁμολογουμένως ἐστὶν ἀλλότρια. ταῦτα καὶ περὶ τῶν βιβλίων αὐτοῦ καὶ τοσαῦτα.

    Γεγόνασι δὲ Δημόκριτοι ἕξ· πρῶτος αὐτὸς οὗτος, δεύτερος Χῖος μουσικὸς κατὰ τὸν αὐτὸν χρόνον, τρίτος ἀνδριαντοποιὸς οὗ μέμνηται Ἀντίγονος, τέταρτος περὶ τοῦ ἱεροῦ τοῦ ἐν Ἐφέσῳ γεγραφὼς καὶ τῆς πόλεως Σαμοθρᾴκης, πέμπτος ποιητὴς ἐπιγραμμάτων σαφὴς καὶ ἀνθηρός, ἕκτος Περγαμηνὸς ἀπὸ ῥητορικῶν λόγων 〈εὐδοκιμήσασ〉.

    Πρωταγόρας Ἀρτέμωνος ἤ, ὡς Ἀπολλόδωρος καὶ Δείνων ἐν Περσικῷ εʼ, Μαιανδρίου Ἀβδηρίτης, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων, ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν· ὡς δʼ Εὔπολις ἐν Κόλαξιν, Τήιος· φησὶ γάρ,

    Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήιος.
    οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο· καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. διήκουσε δʼ ὁ Πρωταγόρας Δημοκρίτου. ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.

    Καὶ πρῶτος ἔφη δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀλλήλοις· οἷς[*](οἶς] fort. οὒς Richards.) καὶ συνηρώτα, πρῶτος τοῦτο πράξας. ἀλλὰ καὶ ἤρξατό που τοῦτον τὸν τρόπον· πάντων χρημάτων μέτρον[*](μέτρον ἐστὶνDiels ex Sext. Emp. Adv. math. vii. 60.) ἄνθρωπος, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ

    V2_464
    ὄντων ὡς οὐκ ἔστιν. ἔλεγέ τε μηδὲν εἶναι ψυχὴν παρὰ τὰς αἰσθήσεις, καθὰ καὶ Πλάτων φησὶν ἐν Θεαιτήτῳ, καὶ πάντʼ εἶναι ἀληθῆ. καὶ ἀλλαχοῦ δὲ τοῦτον ἤρξατο τὸν τρόπον· περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι οὔθʼ ὡς εἰσίν, οὔθʼ ὡς οὐκ εἰσίν·[*](οὐθʼ ὁποῖοί τινες ἰδέανDiels ex Euseb. P. E. xiv. 3. 7.) πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι, ἥ τʼ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου.

    διὰ ταύτην δὲ τὴν ἀρχὴν τοῦ συγγράμματος ἐξεβλήθη πρὸς Ἀθηναίων· καὶ τὰ βιβλίʼ αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ, ὑπὸ κήρυκι ἀναλεξάμενοι παρʼ ἑκάστου τῶν κεκτημένων.

    Οὗτος πρῶτος μισθὸν εἰσεπράξατο μνᾶς ἑκατόν· καὶ πρῶτος μέρη χρόνου διώρισε καὶ καιροῦ δύναμιν ἐξέθετο καὶ λόγωνἀγῶνας ἐποιήσατο καὶ σοφίσματα τοῖς πραγματολογοῦσι προσήγαγε· καὶ τὴν διάνοιαν ἀφεὶς πρὸς τοὔνομα διελέχθη καὶ τὸ νῦν ἐπιπόλαιον γένος τῶν ἐριστικῶν ἐγέννησεν· ἵνα καὶ Τίμων φησὶ περὶ αὐτοῦ,

    Πρωταγόρης τʼ ἐπίμεικτος ἐριζέμεναι εὖ εἰδώς.

    οὗτος καὶ τὸ Σωκρατικὸν εἶδος τῶν λόγων πρῶτος ἐκίνησε. καὶ τὸν Ἀντισθένους λόγον τὸν πειρώμενον ἀποδεικνύειν ὡς οὐκ ἔστιν ἀντιλέγειν, οὗτος πρῶτος διείλεκται, καθά φησι Πλάτων ἐν Εὐθυδήμῳ. καὶ πρῶτος κατέδειξε τὰς πρὸς τὰς θέσεις ἐπιχειρήσεις, ὥς φησιν Ἀρτεμίδωρος ὁ διαλεκτικὸς ἐν τῷ Πρὸς Χρύσιππον. καὶ πρῶτος τὴν καλουμένην τύλην, ἐφʼ ἧς τὰ φορτία βαστάζουσιν, εὗρεν, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ Περὶ παιδείας· φορμοφόρος γὰρ ἦν, ὡς καὶ Ἐπίκουρός πού φησι. καὶ

    V2_466
    τοῦτον τὸν τρόπον ἤρθη πρὸς Δημοκρίτου ξύλα δεδεκὼς ὀφθείς. διεῖλέ τε τὸν λόγον πρῶτος εἰς τέτταρα, εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν·

    (οἱ 〈·〉ὲ εἰς ἑπτά, διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, ἀπαγγελίαν, εὐχωλήν, κλῆσιν), οὓς καὶ πυθμένας εἶπε λόγων. Ἀλκιδάμας δὲ τέτταρας λόγους φησί, φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν.

    Πρῶτον δὲ τῶν λόγων ἑαυτοῦ ἀνέγνω τὸν Περὶ θεῶν, οὗ τὴν ἀρχὴν ἄνω παρεθέμεθα· ἀνέγνω δʼ Ἀθήνησιν ἐν τῇ Εὐριπίδου οἰκίᾳ ἤ, ὥς τινες, ἐν τῇ Μεγακλείδου· ἄλλοι ἐν Λυκείῳ, μαθητοῦ τὴν φωνὴν αὐτῷ χρήσαντος Ἀρχαγόρου τοῦ Θεοδότου. κατηγόρησε δʼ αὐτοῦ Πυθόδωρος Πολυζήλου, εἷς τῶν τετρακοσίων· Ἀριστοτέλης δʼ Εὔαθλόν φησιν.

    Ἔστι δὲ τὰ σωζόμενα αὐτοῦ βιβλία τάδε·

  • * * Τέχνη ἐριστικῶν.
  • Περὶ πάλης.
  • Περὶ τῶν μαθημάτων.
  • Περὶ πολιτείας.
  • Περὶ φιλοτιμίας.
  • Περὶ ἀρετῶν.
  • Περὶ τῆς ἐν ἀρχῇ καταστάσεως.
  • Περὶ τῶν ἐν Ἅιδου.
  • Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ἀνθρώποις πρασσομένων.
  • Προστακτικός.
  • Δίκη ὑπὲρ μισθοῦ, Ἀντιλογιῶν α′ β′.
  • καὶ ταῦτα μὲν αὐτῷ τὰ βιβλία. γέγραφε δὲ καὶ Πλάτων εἰς αὐτὸν διάλογον.

    V2_468

    Φησὶ δὲ Φιλόχορος, πλέοντος αὐτοῦ ἐς Σικελίαν, τὴν ναῦν καταποντωθῆναι· καὶ τοῦτο αἰνίττεσθαι Εὐριπίδην ἐν τῷ Ἰξίονι. ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτόν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα·

    Ἀπολλόδωρος δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα.

    Ἔστι καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον·

      καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνέων
    1. ἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες·
    2. εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που
    3. Παλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες.

    Λέγεται δέ ποτʼ αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὔαθλον τὸν μαθητήν, ἐκείνου εἰπόντος, ἀλλʼ οὐδέπω νίκην νενίκηκα, εἰπεῖν, ἀλλʼ ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ· ἐὰν δὲ σύ, ὅτι σύ.

    Γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν καὶ Εὐφορίων ἐπικήδειον ἔγραψε· καὶ τρίτος Στωικὸς φιλόσοφος.

    Διογένης Ἀπολλοθέμιδος Ἀπολλωνιάτης, ἀνὴρ φυσικὸς καὶ ἄγαν ἐλλόγιμος. ἤκουσε δέ, φησὶν

    V2_470
    Ἀντισθένης, Ἀναξιμένους. ἦν δὲ τοῖς χρόνοις κατʼ Ἀναξαγόραν. τοῦτόν φησιν ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν.

    Ἐδόκει δὲ αὐτῷ τάδε· στοιχεῖον εἶναι τὸν ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἄπειρον· τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων· οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι οὐδʼ εἰς τὸ μὴ ὂν φθείρεσθαι· τὴν γῆν στρογγύλην, ἠρεισμένην ἐν τῷ μέσῳ, τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ θερμοῦ περιφορὰν καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.

    Ἀρχὴ δὲ αὐτῷ τοῦ συγγράμματος ἥδε· λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι, τὴν δʼ ἑρμηνείαν ἁπλῆν καὶ σεμνήν.

    Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου· ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδʼ αὐτὸ τοῦτʼ εἰδέναι ὅτι οὐδὲν οἶδε. Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. ὁ δʼ οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρῳ συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον· καί ποτʼ ἐν συμποσίῳ

    V2_472
    τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτὸν τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν, ὦ βασιλεῦ, πάντα πολυτελῶς· ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι·

    ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα. ὁ δὲ μνησικακήσας μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ὅτε πλέων ἀκουσίως προσηνέχθη τῇ Κύπρῳ ὁ Ἀνάξαρχος, συλλαβὼν αὐτὸν καὶ εἰς ὅλμον βαλὼν ἐκέλευσε τύπτεσθαι σιδηροῖς ὑπέροις. τὸν δʼ οὐ φροντίσαντα τῆς τιμωρίας εἰπεῖν ἐκεῖνο δὴ τὸ περιφερόμενον, πτίσσε τὸν Ἀναξάρχου θύλακον, Ἀνάξαρχον δὲ οὐ πτίσσεις. κελεύσαντος δὲ τοῦ Νικοκρέοντος καὶ τὴν γλῶτταν αὐτοῦ ἐκτμηθῆναι, λόγος ἀποτραγόντα προσπτύσαι αὐτῷ. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως 〈ἔχον〉·

      πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· θύλακός ἐστι·
    1. πτίσσετʼ· Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι.
    2. καί σε διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει
    3. ῥήματα Φερσεφόνη, ἔρρε μυλωθρὲ κακέ.

    Οὗτος διὰ τὴν ἀπάθειαν καὶ εὐκολίαν τοῦ βίου Εὐδαιμονικὸς ἐκαλεῖτο· καὶ ἦν ἐκ τοῦ ῥᾴστου δυνατὸς σωφρονίζειν. τὸν γοῦν Ἀλέξανδρον οἰόμενον εἶναι θεὸν ἐπέστρεψεν· ἐπειδὴ γὰρ ἔκ τινος πληγῆς εἶδεν αὐτῷ καταρρέον αἷμα, δείξας τῇ χειρὶ πρὸς αὐτόν φησι, τουτὶ μὲν αἷμα καὶ οὐκ

    ἰχὼρ οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι.
    Πλούταρχος δʼ αὐτὸν Ἀλέξανδρον τοῦτο λέξαι πρὸς τοὺς φίλους φησίν. ἀλλὰ καὶ ἄλλοτε προπίνοντα αὐτῷ τὸν Ἀνάξαρχον δεῖξαι τὴν κύλικα καὶ εἰπεῖν
    βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί.