Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ζήνων Ἐλεάτης. τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς [Πύρητος τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου 〈τὸν δὲ Παρμενίδην Πύρητος[*](τὸν δὲ . . . Πύρητος transposed by Karsten.)〉. περὶ τούτου καὶ Μελίσσου Τίμων φησὶ ταῦτα·

    ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν
  1. Ζήνωνος πάντων ἐπιλήπτορος, ἠδὲ Μέλισσον,
  2. πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω.

Ὁ δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ, ὁ δʼ αὐτὸς ἐν τῷ Σοφιστῇ καὶ ἐν τῷ Φαίδρῳ 〈αὐτοῦ μέμνηται〉 καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. φησὶ δʼ Ἀριστοτέλης εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς.