Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Μένιππος, καὶ οὗτος κυνικός, τὸ ἀνέκαθεν ἦν Φοῖνιξ, δοῦλος, ὥς φησιν Ἀχαϊκὸς ἐν Ἠθικοῖς. Διοκλῆς δὲ καὶ τὸν δεσπότην αὐτοῦ Ποντικὸν εἶναι καὶ Βάτωνα καλεῖσθαι. ἀτηρότερον δʼ αἰτῶν ὑπὸ φιλαργυρίας ἴσχυσε Θηβαῖος γενέσθαι.

Φέρει μὲν οὖν σπουδαῖον οὐδέν· τὰ δὲ βιβλία αὐτοῦ πολλοῦ καταγέλωτος γέμει καί τι ἴσον τοῖς Μελεάγρου τοῦ κατʼ αὐτὸν γενομένου.

Φησὶ δʼ Ἕρμιππος ἡμεροδανειστὴν αὐτὸν γεγονέναι καὶ καλεῖσθαι· καὶ γὰρ ναυτικῷ τόκῳ δανείζειν καὶ ἐξενεχυριάζειν, ὥστε πάμπλειστα χρήματα ἀθροίζειν·

τέλος δʼ ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπʼ ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖς ἐπαίξαμεν εἰς αὐτόν·

V2_104
    Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα,
  1. ἡμεροδανειστήν—τοῦτο γὰρ ἐπεκλῄζετο—οἶσθα Μένιππον ἴσως.
  2. Θήβησιν οὗτος ὡς διωρύγη ποτὲ
  3. καὶ πάντʼ ἀπέβαλεν οὐδʼ ἐνόει φύσιν κυνός, αὑτὸν ἀνεκρέμασεν.

Ἔνιοι δὲ τὰ βιβλίʼ αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντες ἐδίδοσαν αὐτῷ ὡς εὖ δυναμένῳ διαθέσθαι.

Γεγόνασι δὲ Μένιπποι ἕξ· πρῶτος ὁ γράψας τὰ περὶ Λυδῶν καὶ Ξάνθον ἐπιτεμόμενος, δεύτερος αὐτὸς οὗτος, τρίτος Στρατονικεὺς σοφιστής, Κὰρ τὸ ἀνέκαθεν· τέταρτος ἀνδριαντοποιός, πέμπτος καὶ ἕκτος ζωγράφοι· μέμνηται δʼ ἀμφοτέρων Ἀπολλόδωρος.

Τὰ δʼ οὖν τοῦ κυνικοῦ βιβλία ἐστὶ δεκατρία,

  • Νέκυια.
  • Διαθῆκαι.
  • Ἐπιστολαὶ κεκομψευμέναι ἀπὸ τοῦ τῶν θεῶν προσώπου.
  • Πρὸς τοὺς φυσικοὺς καὶ μαθηματικοὺς καὶ γραμματικοὺς καὶ
  • Γονὰς Ἐπικούρου καὶ
  • Τὰς θρησκευομένας ὑπʼ αὐτῶν εἰκάδας.
  • καὶ ἄλλα.