Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἐπανῄει ἀπʼ Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, πολὺς μέν, εἶπεν, ὁ ὄχλος, ὀλίγοι δʼ οἱ ἄνθρωποι. τοὺς ἀσώτους εἶπε παραπλησίους εἶναι συκαῖς ἐπὶ κρημνῷ πεφυκυίαις, ὧν τοῦ καρποῦ ἄνθρωπος μὲν οὐκ ἀπογεύεται, κόρακες δὲ καὶ γῦπες ἐσθίουσι. Φρύνης Ἀφροδίτην χρυσῆν ἀναθείσης ἐν Δελφοῖς φασὶ τοῦτον ἐπιγράψαι, ἀπὸ τῆς τῶν Ἑλλήνων

V2_62
ἀκρασίας. Ἀλεξάνδρου ποτὲ ἐπιστάντος αὐτῷ καὶ εἰπόντος, ἐγώ εἰμι Ἀλέξανδρος ὁ μέγας βασιλεύς, κἀγώ, φησί, Διογένης ὁ κύων. ἐρωτηθεὶς τί ποιῶν κύων καλεῖται, ἔφη, τοὺς μὲν διδόντας σαίνων, τοὺς δὲ μὴ διδόντας ὑλακτῶν, τοὺς δὲ πονηροὺς δάκνων.

Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, αὐτόθεν πρῴην ἄνθρωπος ἀπήγξατο, ἐγὼ οὖν, φησίν, αὐτὴν καθαρῶ. ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, ἴδε, ἔφη, κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, κύον· ὁ δέ, ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, μὴ εὐλαβεῖσθε· κύων τευτλία οὐ τρώγει. περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, Τεγεάτης, ἔφη.

ἀφυῆ παλαιστὴν θεασάμενος ἰατρεύοντα ἔφη, τί τοῦτο; ἢ ἵνα τούς ποτέ σε νικήσαντας νῦν καταβάλῃς; θεασάμενος υἱὸν ἑταίρας λίθον εἰς ὄχλον βάλλοντα, πρόσεχε, ἔφη, μὴ τὸν πατέρα πλήξῃς.

Δείξαντος αὐτῷ παιδαρίου μάχαιραν ἣν εἰλήφει παρʼ ἐραστοῦ, ἡ μὲν μάχαιρα, ἔφη, καλή, ἡ δὲ λαβὴ αἰσχρά· ἐπαινούντων τινῶν τὸν ἐπιδόντα αὐτῷ ἔφη, ἐμὲ δʼ οὐκ ἐπαινεῖτε τὸν ἄξιον λαβεῖν. ἀπαιτούμενος ὑπό τινος τρίβωνα ἔφη, εἰ μὲν

V2_64
ἐχαρίσω, ἔχω· εἰ δʼ ἔχρησας, χρῶμαι. ὑποβολιμαίου τινὸς εἰπόντος αὐτῷ ὅτι χρυσὸν ἔχοι ἐν τῷ ἱματίῳ, ναί, ἔφη, διὰ τοῦτο αὐτὸ ὑποβεβλημένος κοιμᾷ.

ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι. ἐρωτηθεὶς πόθεν εἴη, κοσμοπολίτης, ἔφη. θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη, περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε; ἔρανόν ποτʼ ἀπαιτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη,

τοὺς ἄλλους ἐράνιζʼ, ἀπὸ δʼ Ἕκτορος ἴσχεο χεῖρας.

Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας· πράττειν γὰρ ὅ τι ἂν δόξῃ αὐταῖς. ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον Διόνυσον, κἀμέ, ἔφη, Σάραπιν ποιήσατε. πρὸς τὸν ὀνειδίζοντα ὅτι εἰς τόπους ἀκαθάρτους εἰσίοι, καὶ γὰρ ὁ ἥλιος, ἔφη, εἰς τοὺς ἀποπάτους, ἀλλʼ οὐ μιαίνεται.

Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μηδὲν δεῖν ῥυπαρὸν εἰσιέναι. πρὸς τὸν εἰπόντα, οὐδὲν εἰδὼς φιλοσοφεῖς, ἔφη, εἰ καὶ προσποιοῦμαι

V2_66
σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι. πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, τί οὖν, εἶπεν, ἐμοῦ χρῄζει; τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δέ, ἔλεγε μηδὲν διαφέρειν κιθάρας· καὶ γὰρ ταύτην μήτʼ ἀκούειν μήτʼ αἰσθάνεσθαι. εἰς θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν· ἐρωτηθεὶς δὲ διὰ τί, τοῦτο, ἔφη, ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν.

Ἰδών ποτε νεανίσκον θηλυνόμενον, οὐκ αἰσχύνῃ, ἔφη, χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι. ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον οὐκ αἰσχύνῃ, ἔφη, τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων; πρὸς τὸν εἰπόντα, ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν, τί οὖν, ἔφη, ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι; πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, οὐκ αἰσχύνῃ, ἔφη, καταφρονῶν τούτου διʼ ὃν μέγα φρονεῖς; ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, οὐκ αἰσχύνῃ, ἔφη, ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν;

Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, καὶ γὰρ ἐν κουρείῳ, φησί, κείρομαι. ὀνειδιζόμενος ὅτι παρʼ Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη,

οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα.

Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πλήξας αὐτὸν τῇ βακτηρίᾳ εἶπε,

V2_68
φύλαξαι. πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν,[*](τῇ ἑταίρᾳ vulg.: corr. Richards.) τί θέλεις, ἔφη, τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι; πρὸς τὸν μυριζόμενον, βλέπε, εἶπε, μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. τοὺς μὲν οἰκέτας ἔφη τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.

Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, ὅτι, φησί, τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ ἐξετάζων. ἄσωτον ᾔτει μνᾶν· πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, ὅτι, εἶπε, παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι. ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, κἀκεῖνος, εἶπεν, αἰτεῖ, ἀλλʼ

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι.
ἰδὼν τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, ἵνα μὴ πληγῶ τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν.

Ἐρωτηθεὶς εἰ κακὸν[*](κακὸς vulg.: corr. Richards.) ὁ θάνατος, πῶς, εἶπε, κακός, οὗ παρόντος οὐκ αἰσθανόμεθα; πρὸς Ἀλέξανδρον ἐπιστάντα καὶ εἰπόντα, οὐ φοβῇ με; τί γάρ, εἶπεν, εἶ; ἀγαθὸν ἢ κακόν; τοῦ δὲ εἰπόντος, ἀγαθόν, τίς οὖν, εἶπε, τὸ ἀγαθὸν φοβεῖται; τὴν παιδείαν εἶπε τοῖς μὲν νέοις σωφροσύνην, τοῖς δὲ πρεσβυτέροις παραμυθίαν,

V2_70
τοῖς δὲ πένησι πλοῦτον, τοῖς δὲ πλουσίοις κόσμον εἶναι. πρὸς Διδύμωνα τὸν μοιχὸν ἰατρεύοντά ποτε κόρης ὀφθαλμόν, ὅρα, φησί, μὴ τὸν ὀφθαλμὸν τῆς παρθένου θεραπεύων τὴν κόρην φθείρῃς. εἰπόντος τινὸς ὅτι ὑπὸ τῶν φίλων ἐπιβουλεύεται, καὶ τί δεῖ πράττειν, ἔφη, εἰ δεήσει τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς ὁμοίως χρῆσθαι;

Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, παρρησία. εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, σὺν θεοῖς, ἔφη, διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις. εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. καὶ τοιούτους τινὰς ἠρώτα λόγους· εἰ τὸ ἀριστᾶν μηδέν ἐστιν ἄτοπον, οὐδʼ ἐν ἀγορᾷ ἐστιν ἄτοπον· οὐκ ἔστι δʼ ἄτοπον τὸ ἀριστᾶν· οὐδʼ ἐν ἀγορᾷ ἄρα ἐστὶν ἄτοπον. χειρουργῶν τʼ ἐν τῷ μέσῳ συνεχές, εἴθε ἦν, ἔλεγε, καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι· ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα.

Διττὴν δʼ ἔλεγεν εἶναι τὴν ἄσκησιν, τὴν μὲν ψυχικήν, τὴν δὲ σωματικήν· ταύτην καθʼ ἣν ἐν γυμνασίᾳ συνεχεῖ[*](συνεχεῖς vulg.: corr. Reiske.) γινόμεναι φαντασίαι εὐλυσίαν πρὸς τὰ τῆς ἀρετῆς ἔργα παρέχονται. εἶναι δʼ ἀτελῆ τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας, οὐδὲν ἧττον εὐεξίας καὶ ἰσχύος ἐν τοῖς προσήκουσι γενομένης, ὡς περὶ τὴν ψυχὴν καὶ περὶ τὸ σῶμα. παρετίθετο δὲ τεκμήρια τοῦ ῥᾳδίως ἀπὸ τῆς γυμνασίας ἐν

V2_72
τῇ ἀρετῇ καταγίνεσθαι· ὁρᾶν τε γὰρ ἔν τε ταῖς τέχναις ταῖς βαναύσοις καὶ ταῖς ἄλλαις οὐ τὴν τυχοῦσαν ὀξυχειρίαν τοὺς τεχνίτας ἀπὸ τῆς μελέτης περιπεποιημένους τούς τʼ αὐλητὰς καὶ τοὺς ἀθλητὰς ὅσον ὑπερφέρουσιν ἑκάτεροι τῇ ἰδίᾳ πονήσει τῇ συνεχεῖ, καὶ ὡς οὗτοι εἰ μετήνεγκαν τὴν ἄσκησιν καὶ ἐπὶ τὴν ψυχήν, οὐκ ἂν ἀνωφελῶς καὶ ἀτελῶς ἐμόχθουν.

Οὐδέν γε μὴν ἔλεγε τὸ παράπαν ἐν τῷ βίῳ χωρὶς ἀσκήσεως κατορθοῦσθαι, δυνατὴν δὲ ταύτην πᾶν ἐκνικῆσαι. δέον οὖν ἀντὶ τῶν ἀχρήστων πόνων τοὺς κατὰ φύσιν ἑλομένους ζῆν εὐδαιμόνως, παρὰ τὴν ἄνοιαν κακοδαιμονοῦσι. καὶ γὰρ αὐτὴ τῆς ἡδονῆς ἡ καταφρόνησις ἡδυτάτη προμελετηθεῖσα, καὶ ὥσπερ οἱ συνεθισθέντες ἡδέως ζῆν, ἀηδῶς ἐπὶ τοὐναντίον μετίασιν, οὕτως οἱ τοὐναντίον ἀσκηθέντες ἥδιον αὐτῶν τῶν ἡδονῶν καταφρονοῦσι. τοιαῦτα διελέγετο καὶ ποιῶν ἐφαίνετο, ὄντως νόμισμα παραχαράττων, μηδὲν οὕτω τοῖς κατὰ νόμον ὡς τοῖς κατὰ φύσιν διδούς· τὸν αὐτὸν χαρακτῆρα τοῦ βίου λέγων διεξάγειν ὅνπερ καὶ Ἡρακλῆς, μηδὲν ἐλευθερίας προκρίνων.

Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν οἵους ἄνω προειρήκαμεν· πάντα τῶν θεῶν ἐστι· φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί· κοινὰ δὲ τὰ τῶν φίλων. πάντα ἄρα τῶν σοφῶν. περί

V2_74
τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι· οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου· ἀστεῖον δὲ ἡ πόλις· νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος· ἀστεῖον ἄρα ὁ νόμος. εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων· μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδένα νομίζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι· κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας.

Μηδέν τε ἄτοπον εἶναι ἐξ ἱεροῦ τι λαβεῖν ἢ τῶν ζῴων τινὸς γεύσασθαι· μηδʼ ἀνόσιον εἶναι τὸ καὶ τῶν ἀνθρωπείων κρεῶν ἅψασθαι, ὡς δῆλον ἐκ τῶν ἀλλοτρίων ἐθῶν· καὶ τῷ ὀρθῷ λόγῳ πάντʼ ἐν πᾶσι καὶ διὰ πάντων εἶναι λέγων. καὶ γὰρ ἐν τῷ ἄρτῳ κρέας εἶναι καὶ ἐν τῷ λαχάνῳ ἄρτον, καὶ τῶν σωμάτων τῶν λοιπῶν ἐν πᾶσι διά τινων ἀδήλων πόρων [καὶ][*](καὶ seclusit Meric. Casaubon.) ὄγκων εἰσκρινομένων καὶ συνατμιζομένων, ὡς δῆλον ἐν τῷ Πυέστῃ ποιεῖ, εἴ γʼ αὐτοῦ αἱ τραγῳδίαι καὶ μὴ Φιλίσκου τοῦ Αἰγινήτου ἐκείνου γνωρίμου ἢ Πασιφῶντος τοῦ Λουκιανοῦ, ὅν φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ μετὰ τὴν τελευτὴν αὐτοῦ συγγράψαι. μουσικῆς τε καὶ γεωμετρικῆς καὶ ἀστρολογίας καὶ τῶν τοιούτων ἀμελεῖν, ὡς ἀχρήστων καὶ οὐκ ἀναγκαίων.

V2_76

Εὐστοχώτατος δʼ ἐγένετο ἐν ταῖς ἀπαντήσεσι τῶν λόγων, ὡς δῆλον ἐξ ὧν προειρήκαμεν.

Καὶ πρᾶσιν ἤνεγκε γενναιότατα· πλέων γὰρ εἰς Αἴγιναν καὶ πειραταῖς ἁλοὺς ὧν ἦρχε Σκίρπαλος, εἰς Κρήτην ἀπαχθεὶς ἐπιπράσκετο· καὶ τοῦ κήρυκος ἐρωτῶντος τί οἶδε ποιεῖν, ἔφη, ἀνθρώπων ἄρχειν. ὅτε καὶ δείξας τινὰ Κορίνθιον εὐπάρυφον, τὸν προειρημένον Ξενιάδην, ἔφη, τούτῳ με πώλει· οὗτος δεσπότου χρῄζει. ὠνεῖται δὴ αὐτὸν ὁ Ξενιάδης καὶ ἀπαγαγὼν εἰς τὴν Κόρινθον ἐπέστησε τοῖς ἑαυτοῦ παιδίοις καὶ πᾶσαν ἐνεχείρισε τὴν οἰκίαν. ὁ δὲ οὕτως αὐτὴν ἐν πᾶσι διετίθει, ὥστε ἐκεῖνος περιιὼν ἔλεγεν· ἀγαθὸς δαίμων εἰς τὴν οἰκίαν μου εἰσελήλυθε.

Φησὶ δὲ Κλεομένης ἐν τῷ ἐπιγραφομένῳ Παιδαγωγικῷ τοὺς γνωρίμους λυτρώσασθαι αὐτὸν θελῆσαι, τὸν δʼ εὐήθεις αὐτοὺς εἰπεῖν· οὐδὲ γὰρ τοὺς λέοντας δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων. δούλου γὰρ τὸ φοβεῖσθαι, τὰ δὲ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἶναι. θαυμαστὴ δέ τις ἦν περὶ τὸν ἄνδρα πειθώ, ὥστε πάνθʼ ὁντινοῦν ῥᾳδίως αἱρεῖν τοῖς λόγοις. λέγεται γοῦν Ὀνησίκριτον́ τινα Αἰγινήτην πέμψαι εἰς τὰς Ἀθήνας δυοῖν ὄντοιν υἱοῖν τὸν ἕτερον Ἀνδροσθένην, ὃν ἀκούσαντα τοῦ Διογένους αὐτόθι προσμεῖναι· τὸν δʼ ἐπʼ αὐτὸν καὶ τὸν ἕτερον ἀποστεῖλαι τὸν πρεσβύτερον Φιλίσκον τὸν προειρημένον, ὁμοίως δὲ καὶ τὸν Φιλίσκον κατασχεθῆναι·

τὸ τρίτον αὐτὸν ἀφιγμένον μηδὲν ἧττον

V2_78
συνεῖναι τοῖς παισὶ συμφιλοσοφοῦντα. τοιαύτη τις προσῆν ἴυγξ τοῖς Διογένους λόγοις. ἤκουσε δʼ αὐτοῦ καὶ Φωκίων ὁ ἐπίκλην χρηστὸς καὶ Στίλπων ὁ Μεγαρεὺς καὶ ἄλλοι πλείους ἄνδρες πολιτικοί.

Λέγεται δὲ πρὸς τὰ ἐνενήκοντα ἔτη βιοὺς τελευτῆσαι. περὶ δὲ τοῦ θανάτου διάφοροι λέγονται λόγοι· οἱ μὲν γὰρ πολύποδα φαγόντα ὠμὸν χολερικῇ ληφθῆναι καὶ ὧδε τελευτῆσαι· οἱ δὲ τὸ πνεῦμα συγκρατήσαντα, ὧν ἐστι καὶ Κερκιδᾶς ὁ Μεγαλοπολίτης [ἢ Κρής], λέγων ἐν τοῖς μελιάμβοις οὕτως·

    οὐ μὰν ὁ πάρος γε Σινωπεὺς
  1. τῆνος ὁ βακτροφόρας, διπλοείματος, αἰθεριβόσκας,

  1. ἀλλʼ ἀνέβα χεῖλος ποτʼ ὀδόντας ἐρείσας
  2. [καὶ τὸ πνεῦμα συνδακών]. ἦς γὰρ ἀλαθέως
  3. Διογένης Ζανὸς γόνος οὐράνιός τε κύων.

Ἄλλοι φασὶ πολύπουν κυσὶ συμμερίσασθαι βουλόμενον οὕτω δηχθῆναι τοῦ ποδὸς τὸν τένοντα καὶ καταστρέψαι. οἱ μέντοι γνώριμοι αὐτοῦ, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς, εἴκαζον τὴν τοῦ πνεύματος συγκράτησιν. ἐτύγχανε μὲν γὰρ διάγων ἐν τῷ Κρανείῳ τῷ πρὸ τῆς Κορίνθου γυμνασίῳ· κατὰ δὲ τὸ ἔθος ἧκον οἱ γνώριμοι καὶ αὐτὸν καταλαμβάνουσιν ἐγκεκαλυμμένον καὶ εἴκασαν αὐτὸν κοιμᾶσθαι· οὐδὲ γὰρ ἦν τις νυσταλέος καὶ ὑπνηλός. ὅθεν, ἀποπετάσαντες τὸν τρίβωνα ἔκπνουν

V2_80
αὐτὸν καταλαμβάνουσι καὶ ὑπέλαβον τοῦτο πρᾶξαι βουλόμενον λοιπὸν ὑπεξελθεῖν τοῦ βίου.

Ἔνθα καὶ στάσις, ὥς φασιν, ἐγένετο τῶν γνωρίμων, τίνες αὐτὸν θάψουσιν· ἀλλὰ καὶ μέχρι χειρῶν ἦλθον. ἀφικομένων δὲ τῶν πατέρων καὶ τῶν ὑπερεχόντων, ὑπὸ τούτοις ταφῆναι τὸν ἄνδρα παρὰ τῇ πύλῃ τῇ φερούσῃ εἰς τὸν Ἰσθμόν. ἐπέστησάν τʼ αὐτῷ κίονα καὶ ἐπʼ αὐτῷ λίθου Παρίου κύνα. ὕστερον δὲ καὶ οἱ πολῖται αὐτοῦ χαλκαῖς εἰκόσιν ἐτίμησαν αὐτὸν καὶ ἐπέγραψαν οὕτω·

    γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου, ἀλλὰ σὸν οὔτι
  1. κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ·
  2. μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξας
  3. θνατοῖς καὶ ζωᾶς οἶμον ἐλαφροτάταν.

Ἔστι καὶ ἡμῶν ἐν τῷ προκελευσματικῷ μέτρῳ·

    Α. Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος
  1. ἐς Ἄϊδος. Δ. ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.

Ἔνιοι δέ φασι τελευτῶντα αὐτὸν [καὶ] ἐντείλασθαι ἄταφον ῥῖψαι ὡς πᾶν θηρίον αὐτοῦ μετάσχοι, ἢ εἴς γε βόθρον συνῶσαι καὶ ὀλίγην κόνιν ἐπαμῆσαι· οἱ δέ, εἰς τὸν Ἰλισσὸν ἐμβαλεῖν, ἵνα τοῖς ἀδελφοῖς χρήσιμος γένηται.

Δημήτριος δʼ ἐν τοῖς Ὁμωνύμοις φησὶ τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρον μὲν ἐν Βαβυλῶνι, Διογένην δʼ ἐν Κορίνθῳ τελευτῆσαι. ἦν δὲ γέρων κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.