Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων φησίν, ἀλλʼ ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν· ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστορεῖ. Δίδυμος δʼ ἐν Συμποσιακοῖς καὶ Χαριτοβλέφαρον καὶ Λαμπιτὼ καλεῖσθαι αὐτόν φησιν ἀπό τινος [*](〈ἀντὶ〉 Schwartz.) ἑταίρας. λέγεται δʼ ἀποβαλόντα αὐτὸν τὰς ὄψεις ἐν Ἀλεξανδρείᾳ, κομίσασθαι αὖθις παρὰ τοῦ Σαράπιδος· ὅθεν καὶ τοὺς παιᾶνας ποιῆσαι τοὺς μέχρι νῦν ᾀδομένους.

Σφόδρα δὲ λαμπρὸς ὢν παρὰ τοῖς Ἀθηναίοις, ὅμως ἐπεσκοτήθη καὶ αὐτὸς ὑπὸ τοῦ τὰ πάντα διεσθίοντος φθόνου.

ἐπιβουλευθεὶς γὰρ ὑπό τινων δίκην θανάτου οὐ παρὼν ὦφλεν. οὐ μὴν ἐκυρίευσαν τοῦ σώματος αὐτοῦ, ἀλλὰ τὸν ἰὸν ἀπήρυγον εἰς τὸν χαλκόν, κατασπάσαντες αὐτοῦ τὰς εἰκόνας καὶ τὰς μὲν ἀποδόμενοι, τὰς δὲ βυθίσαντες, τὰς δὲ κατακόψαντες εἰς ἀμίδας· λέγεται γὰρ καὶ τοῦτο. μία δὲ μόνη σώζεται ἐν ἀκροπόλει. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ

V1_530
βασιλέως. ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας, ὡς Φαβωρῖνος.

Φησὶ δʼ αὐτὸν Ἕρμιππος μετὰ τὸν Κασάνδρου θάνατον φοβηθέντα Ἀντίγονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ Εὐρυδίκης περιθεῖναι παισί. τοῦ δὲ οὐ πεισθέντος, ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτὴν ἀξιωθῆναι πρὸς τούτου παραφυλάττεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. ἐνταῦθα ἀθυμότερον διῆγε· καί πως ὑπνώττων ὑπʼ ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. καὶ τέθαπται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως.

Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς·

    ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
  1. ἰὸν ἔχουσα πολὺν
  2. ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων,
  3. ἀλλʼ ἀΐδην μέλανα.
Ἡρακλείδης δʼ ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δʼ ἀποτρέπειν φάσκοντα, ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις. ὁπηνίκα δʼ ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναισ—μανθάνω γὰρ καὶ τοῦτο—Μένανδρος ὁ κωμικὸς παρʼ ὀλίγον ἦλθε κριθῆναι διʼ οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ· ἀλλʼ αὐτὸν παρῃτήσατο Τελεσφόρος ὁ ἀνεψιὸς τοῦ Δημητρίου.

Πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατʼ αὐτὸν περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρʼ

V1_532
ὁντινοῦν· ὧν ἐστι τὰ μὲν ἱστορικά, τὰ δὲ πολιτικά, τὰ δὲ περὶ ποιητῶν, τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν, ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ
  • Περὶ τῆς Ἀθήνησι νομοθεσίας α′ β′ γ′ δ′ ε′.
  • Περὶ τῶν Ἀθήνησι πολιτειῶν α′ β′.
  • Περὶ δημαγωγίας α′ β′.
  • Περὶ πολιτικῶν α′ β′.
  • Περὶ νόμων α′.
  • Περὶ ῥητορικῆς α′ β′.
  • Στρατηγικῶν α′ β′.
  • Περὶ Ἰλιάδος α′ β′.
  • Περὶ Ὀδυσσείας α′ β′ γ′ δ′.
  • Πτολεμαῖος α′.
  • Ερωτικὸς α′.
  • Φαιδώνδας α′.
  • Μαίδων α′.
  • Κλέων α′.
  • Σωκράτης α′.
  • Ἀρταξέρξης α′.
  • Ὁμηρικὸς α′.
  • Ἀριστείδης α′.
  • Ἀριστόμαχος α′.
  • Προτρεπτικὸς α′.
  • Ὑπὲρ τῆς πολιτείας α′.
  • Περὶ τῆς δεκαετίας α′.
  • Περὶ τῶν Ἰώνων α′.
  • Πρεσβευτικὸς α′.
  • Περὶ πίστεως α′.
  • Περὶ χάριτος α′.
  • Περὶ τύχης α′.
  • V1_534
  • Περὶ μεγαλοψυχίας α′.
  • Περὶ γάμου α′.
  • Περὶ τοῦ δοκοῦ α′.
  • Περὶ εἰρήνης α′.
  • Περὶ νόμων α′.
  • Περὶ ἐπιτηδευμάτων α′.
  • Περὶ καιροῦ α′.
  • Διονύσιος α′.
  • Χαλκιδικὸς α′.
  • Ἀθηναίων καταδρομὴ α′.
  • Περὶ Ἀντιφάνους α′.
  • Προοίμιον ἱστορικὸν α′.
  • Ἐπιστολαὶ α′.
  • Ἐκκλησία ἔνορκος α′.
  • Περὶ γήρως α′.
  • Δίκαια α′.
  • Αἰσωπείων α′.
  • Χρειῶν α′.
  • Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, ἀλλʼ οὐ τὴν ἀρετήν, ἔφη, διʼ ἣν ἐκείνας ἀνέστησαν. ἔλεγε μικρὸν μὲν εἶναι μέρος τὰς ὀφρῦς, ὅλῳ δʼ ἐπισκοτῆσαι τῷ βίῳ δύνασθαι. οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείᾳ ἰσχύειν λόγον. ἰδών ποτε νεανίσκον ἄσωτον, ἰδού, ἔφη, τετράγωνος Ἑρμῆς ἔχων σύρμα,[*](σύρμα] στόμα Reiske: στῦμα δελετο αἰδοῖον D. S. Robertson.) κοιλίαν, αἰδοῖον, πώγωνα. τῶν τετυφωμένων

    V1_536
    ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς.

    τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους. τοσαῦτα καὶ εἰς τοῦτον ἀναφέρεσθαι δοκεῖ.

    Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴκοσι· πρῶτος Χαλκηδόνιος, ῥήτωρ καὶ Θρασυμάχου πρεσβύτερος· δεύτερος αὐτὸς οὗτος· τρίτος Βυζάντιος, περιπατητικός· τέταρτος καλούμενος Γραφικὸς καὶ σαφὴς διηγήσασθαι· ἦν δὲ ὁ αὐτὸς καὶ ζωγράφος· πέμπτος Ἀσπένδιος, μαθητὴς Ἀπολλωνίου τοῦ Σολέως· ἕκτος Καλλατιανός, ὁ γεγραφὼς περὶ Ἀσίας καὶ Εὐρώπης εἴκοσι βίβλους· ἕβδομος Βυζάντιος, ἐν τρισκαίδεκα βιβλίοις γεγραφὼς τὴν Γαλατῶν διάβασιν ἐξ Εὐρώπης εἰς Ἀσίαν καὶ ἐν ἄλλοις ὀκτὼ τὰ περὶ Ἀντίοχον καὶ Πτολεμαῖον καὶ τὴν τῆς Λιβύης ὑπʼ αὐτῶν διοίκησιν·

    ὄγδοος ὁ διατρίψας ἐν Ἀλεξανδρείᾳ σοφιστής, τέχνας γεγραφὼς ῥητορικάς· ἔνατος Ἀδραμυττηνὸς γραμματικός, ἐπικληθεὶς Ἰξίων διὰ τὸ ἀδικῆσαί τι δοκεῖν περὶ τὴν Ἥραν· δέκατος Κυρηναῖος, γραμματικός, ὁ ἐπικληθεὶς Στάμνος, ἀνὴρ ἀξιόλογος· ἑνδέκατος Σκήψιος, πλούσιος καὶ εὐγενὴς ἄνθρωπος καὶ φιλόλογος ἄκρως· οὗτος καὶ Μητρόδωρον προεβίβασε τὸν πολίτην. δωδέκατος γραμματικὸς Ἐρυθραῖος, πολιτογραφηθεὶς

    V1_538
    ἐν τῇ Μνῷ· τρισκαιδέκατος Βιθυνὸς Διφίλου τοῦ στωϊκοῦ υἱός, μαθητὴς δὲ Παναιτίου τοῦ Ῥοδίου·

    τεσσαρεσκαιδέκατος ῥήτωρ Σμυρναῖος. καὶ οὗτοι μὲν λογικοί. ποιηταὶ δὲ πρῶτος ἀρχαίαν κωμῳδίαν πεποιηκώς· δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε·

      ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι·
    1. καί ποθʼ ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο
    2. ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δʼ ἐστήσατο λαός.
    τρίτος Ταρσικὸς σατυρογράφος· τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ· πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται Πολέμων· ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, ὃς καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.

    Ἡρακλείδης Εὐθύφρονος Ἡρακλεώτης τοῦ Πόντου, ἀνὴρ πλούσιος. Ἀθήνησι δὲ παρέβαλε πρῶτον μὲν Σπευσίππῳ· ἀλλὰ καὶ τῶν Πυθαγορείων διήκουσε καὶ τὰ Πλάτωνος ἐζηλώκει· καὶ ὕστερον ἤκουσεν Ἀριστοτέλους, ὥς φησι Σωτίων ἐν Διαδοχαῖς. οὗτος ἐσθῆτί τε μαλακῇ ἐχρῆτο καὶ ὑπέρογκος ἦν τὸ σῶμα, ὥστʼ αὐτὸν ὑπὸ τῶν Ἀττικῶν μὴ Ποντικὸν ἀλλὰ Πομπικὸν καλεῖσθαι. πρᾷός τʼ ἦν τὸ βλέμμα καὶ σεμνός. φέρεται δʼ αὐτοῦ συγγράμματα κάλλιστά τε καὶ ἄριστα· διάλογοι, ὧν ἠθικὰ μὲν

    V1_540
  • Περὶ δικαιοσύνης γ′.
  • Ἓν δὲ περὶ σωφροσύνης
  • Περί τʼ εὐσεβείας ε′ καὶ
  • Περὶ ἀνδρείας α′.
  • Κοινῶς τε περὶ ἀρετῆς α′ καὶ ἄλλο.
  • Περὶ εὐδαιμονίας α′.
  • Περὶ τῆς ἀρχῆς α′ καὶ
  • Νόμων α′ καὶ τῶν συγγενῶν τούτοις.
  • Περὶ ὀνομάτων α′.
  • Συνθῆκαι α′.
  • Ἀκούσιος α′.
  • Ἐρωτικὸς καὶ Κλεινίας α′.
  • Φυσικὰ δὲ

  • Περὶ νοῦ.
  • Περὶ ψυχῆς καὶ κατʼ ἰδίαν περὶ ψυχῆς καὶ
  • Περὶ φύσεως καὶ
  • Περὶ εἰδώλων.
  • Πρὸς Δημόκριτον.
  • Περὶ τῶν ἐν οὐρανῷ α′.
  • Περὶ τῶν ἐν ᾅδου.
  • Περὶ βίων α′ β′.
  • Αἰτίαι περὶ νόσων α′.
  • Περὶ τἀγαθοῦ α′.
  • Πρὸς τὰ Ζήνωνος α′.
  • Πρὸς τὰ Μήτρωνος α′.
  • Γραμματικὰ δὲ

  • Περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας α′ β′.
  • Περὶ Ἀρχιλόχου καὶ Ὁμήρου α′ β′.
  • Καὶ μουσικὰ δὲ

  • Περὶ τῶν παρʼ Εὐριπίδῃ καὶ Σοφοκλεῖ α′ β′ γ′.
  • V1_542
  • Περὶ μουσικῆς α′ β′.
  • Λύσεων Ὁμηρικῶν α′ β′.
  • Θεωρηματικὸν α′.
  • Περὶ τῶν τριῶν τραγῳδοποιῶν α′.
  • Χαρακτῆρες α′.
  • Περὶ ποιητικῆς καὶ τῶν ποιητῶν α′.
  • Περὶ στοχασμοῦ α′.
  • Προοπτικὸν α′.
  • Ἡρακλείτου ἐξηγήσεις δ′.
  • Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α′.
  • Λύσεων ἐριστικῶν α′ β′.
  • Ἀξίωμα α′.
  • Περὶ εἰδῶν α′.
  • Λύσεις α′.
  • Ὑποθῆκαι α′.
  • Πρὸς Διονύσιον α′.
  • Ῥητορικὰ δὲ

  • Περὶ τοῦ ῥητορεύειν ἢ Πρωταγόρας.
  • Ἱστορικά·

  • Περὶ τῶν Πυθαγορείων καὶ
  • Περὶ εὑρημάτων.
  • Τούτων τὰ μὲν κωμικῶς πέπλακεν, ὡς τὸ Περὶ ἡδονῆς καὶ Περὶ σωφροσύνης· τὰ δὲ τραγικῶς, ὡς τὸ Περὶ τῶν καθʼ ᾅδην καὶ τὸ Περὶ εὐσεβείας καὶ τὸ Περὶ ἐξουσίας.

    Ἔστι δʼ αὐτῷ καὶ μεσότης τις ὁμιλητικὴ φιλοσόφων τε καὶ στρατηγικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀλλήλους διαλεγομένων. ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκτικά. ἄλλως τʼ ἐν ἅπασι ποικίλος τε καὶ διηρμένος τὴν λέξιν ἐστὶ καὶ ψυχαγωγεῖν ἱκανῶς δυνάμενος.

    V1_544

    Δοκεῖ δὲ καὶ τὴν πατρίδα τυραννουμένην ἐλευθερῶσαι, τὸν μόναρχον κτείνας, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν Ὁμωνύμοις. ὃς καὶ τοιόνδε ἱστορεῖ περὶ αὐτοῦ· θρέψαι αὐτὸν δράκοντα ἐκ νέου καὶ αὐξηθέντα, ἐπειδὴ τελευτᾶν ἔμελλε, κελεῦσαί τινι τῶν πιστῶν αὑτοῦ τὸ σῶμα κατακρύψαι, τὸν δὲ δράκοντα ἐπὶ τῆς κλίνης θεῖναι, ἵνα δόξειεν εἰς θεοὺς μεταβεβηκέναι.

    ἐγένετο δὲ πάντα. καὶ μεταξὺ παραπεμπόντων Ἡρακλείδην τῶν πολιτῶν καὶ εὐφημούντων, ὁ δράκων ἀκούσας τῆς ἐπιβοῆς ἐξέδυ τῶν ἱματίων καὶ διετάραξε τοὺς πλείστους. ὕστερον μέντοι ἐξεκαλύφθη πάντα καὶ ὤφθη Ἡρακλείδης οὐχ οἷος ἐδόκει, ἀλλʼ οἷος ἦν.

    Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·

      ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,
    1. ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι[*](ἅπασι] ἄπαρτι Reiske.) δράκων.
    2. ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ
    3. ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὤν, ἑάλως.
    ταῦτα δέ φησι καὶ Ἱππόβοτος.

    Ἕρμιππος δὲ λιμοῦ κατασχόντος τὴν χώραν φησὶν αἰτεῖν τοὺς Ἡρακλεώτας τὴν Πυθίαν λύσιν. τὸν δὲ Ἡρακλείδην διαφθεῖραι χρήμασι τούς τε θεωροὺς καὶ τὴν προειρημένην, ὥστʼ ἀνειπεῖν ἀπαλλαγήσεσθαι τοῦ κακοῦ, εἰ ζῶν μὲν Ἡρακλείδης ὁ Εὐθύφρονος χρυσῷ στεφάνῳ στεφανωθείη πρὸς αὐτῶν, ἀποθανὼν δὲ ὡς ἥρως τιμῷτο. ἐκομίσθη ὁ δῆθεν χρησμὸς καὶ οὐδὲν ὤναντο οἱ πλάσαντες αὐτόν. αὐτίκα γὰρ ἐν τῷ θεάτρῳ στεφανούμενος

    V1_546
    ὁ Ἡρακλείδης ἀπόπληκτος ἐγένετο, οἵ τε θεωροὶ καταλευσθέντες διεφθάρησαν. ἀλλὰ καὶ ἡ Πυθία τὴν αὐτὴν ὥραν κατιοῦσα ἐς τὸ ἄδυτον καὶ ἐπιστᾶσα ἑνὶ τῶν δρακόντων δηχθεῖσα παραχρῆμα ἀπέπνευσε. καὶ τὰ μὲν περὶ τὸν θάνατον αὐτοῦ τοσαῦτα.

    Φησὶ δʼ Ἀριστόξενος ὁ μουσικὸς καὶ τραγῳδίας αὐτὸν ποιεῖν καὶ Θέσπιδος αὐτὰς ἐπιγράφειν. Χαμαιλέων τε τὰ παρʼ ἑαυτοῦ φησι κλέψαντα αὐτὸν τὰ περὶ Ἡσιόδου καὶ Ὁμήρου γράψαι· ἀλλὰ καὶ Αὐτόδωρος ὁ Ἐπικούρειος ἐπιτιμᾷ αὐτῷ, τοῖς περὶ δικαιοσύνης ἀντιλέγων. ἔτι καὶ Διονύσιος ὁ Μεταθέμενος 〈ἢ Σπίνθαρος, ὡς ἔνιοι〉 γράψας τὸν Παρθενοπαῖον ἐπέγραψε Σοφοκλέους. ὁ δὲ πιστεύσας εἴς τι τῶν ἰδίων συγγραμμάτων ἐχρῆτο μαρτυρίοις ὡς Σοφοκλέους.

    αἰσθόμενος δʼ ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός· τοῦ δʼ ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε Πάγκαλος. οὗτος δʼ ἦν ἐρώμενος Διονυσίου· ὡς δʼ ἔτι ἀπιστῶν ἔλεγε κατὰ τὴν τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι καὶ ταῦτα εὑρήσεις·

  • Α. γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ·
  • Β. ἁλίσκεται μέν, μετὰ χρόνον δʼ ἁλίσκεται.
  • καὶ πρὸς τούτοις· Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται οὐδʼ ᾐσχύνθη.

    Γεγόνασι δʼ Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα· πρῶτος αὐτὸς οὗτος· δεύτερος πολίτης αὐτοῦ, πυρρίχας

    καὶ φλυαρίας συντεταγμένος· τρίτος Κυμαῖος,

    V1_548
    γεγραφὼς Περσικὰ ἐν πέντε βιβλίοις· τέταρτος Κυμαῖος, ῥήτωρ τέχνας γεγραφώς· πέμπτος Καλλατιανὸς ἢ Ἀλεξανδρεύς, γεγραφὼς τὴν Διαδοχὴν ἐν ἓξ βιβλίοις καὶ Λεμβευτικὸν λόγον, ὅθεν καὶ Λέμβος ἐκαλεῖτο· ἕκτος Ἀλεξανδρεύς, γεγραφὼς τὰ Περσικὰ ἰδιώματα· ἕβδομος διαλεκτικὸς Βαργυληΐτης, κατʼ Ἐπικούρου γεγραφώς· ὄγδοος ἰατρὸς τῶν ἀπὸ Ἱκεσίου· ἔνατος ἰατρὸς Ταραντῖνος, ἐμπειρικός· δέκατος ποιητικός, παραινέσεις γεγραφώς· ἑνδέκατος ἀνδριαντοποιὸς Φωκαεύς· δωδέκατος ἐπιγραμμάτων ποιητὴς λιγυρός· τρισκαιδέκατος Μάγνης, Μιθραδατικὰ γεγραφώς· τεσσαρεσκαι δέκατος ἀστρολογούμενα συγγεγραφώς.