Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Διεδέξατο δʼ αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσιλάου
V1_510
Λαμψακηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν· ἀνὴρ ἐλλογιμώτατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρʼ ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι. ἀλλὰ καὶ καθηγήσατο Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἔλαβε, φασί, παρʼ αὐτοῦ τάλαντα ὀγδοήκοντα· σχολαρχεῖν δέ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα.Φέρεται δʼ αὐτοῦ βιβλία
V1_512