Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἀρκεσίλαος Σεύθου 〈[ἢ Σκύθου], ὡς Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν〉, Πιτάνης τῆς Αἰολίδος. οὗτός ἐστιν ὁ τῆς μέσης Ἀκαδημείας κατάρξας, πρῶτος ἐπισχὼν τὰς ἀποφάσεις διὰ τὰς ἐναντιότητας τῶν λόγων. πρῶτος δὲ καὶ εἰς ἑκάτερον ἐπεχείρησε, καὶ πρῶτος τὸν λόγον ἐκίνησε τὸν ὑπὸ Πλάτωνος παραδεδομένον καὶ ἐποίησε διʼ ἐρωτήσεως καὶ ἀποκρίσεως ἐριστικώτερον. παρέβαλε δὲ

V1_406
Κράντορι τοῦτον τὸν τρόπον. τέταρτος ἀδελφὸς ἦν ὧν εἶχε δύο μὲν ὁμοπατρίους, δύο δὲ ὁμομητρίους· καὶ τῶν μὲν ὁμομητρίων πρεσβύτερον Πυλάδην, τῶν δὲ ὁμοπατρίων Μοιρέαν, ὃς ἦν αὐτῷ ἐπίτροπος.

ἤκουσε δὲ κατʼ ἀρχὰς μὲν Αὐτολύκου τοῦ μαθηματικοῦ πολίτου τυγχάνοντος, πρὶν ἀπαίρειν εἰς Ἀθήνας, μεθʼ οὗ καὶ εἰς Σάρδεις ἀπεδήμησεν· ἔπειτα Ξάνθου τοῦ Ἀθηναίου μουσικοῦ· μεθʼ ὃν Θεοφράστου διήκουσεν. ἔπειτα μετῆλθεν εἰς Ἀκαδημείαν πρὸς Κράντορα· Μοιρέας μὲν γὰρ ὁ προειρημένος ἀδελφὸς ἦγεν αὐτὸν ἐπὶ ῥητορικήν· ὁ δὲ φιλοσοφίας ἤρα, καὶ αὐτοῦ Κράντωρ ἐρωτικῶς διατεθεὶς ἐπύθετο τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου προενεγκάμενος·

ὦ παρθένʼ, εἰ σώσαιμί σʼ, εἴσει μοι χάριν;
καὶ ὃς τὰ ἐχόμενα·
ἄγου μʼ, ὦ ξένʼ, εἴτε δμωΐδʼ ἐθέλεις εἴτʼ ἄλοχον.

ἐκ τούτου συνήστην ἀλλήλοιν· ἵνα καὶ τὸν Θεόφραστον κνιζόμενόν φασιν εἰπεῖν ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆς διατριβῆς εἴη νεανίσκος. καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γενόμενος ἥπτετο καὶ ποιητικῆς. καὶ αὐτοῦ φέρεται ἐπίγραμμα εἰς Ἄτταλον ἔχον οὕτω·

    Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις
  1. πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην.
  2. εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνατῷ νόον εἰπεῖν,
  3. ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη.
V1_408
ἀλλὰ καὶ εἰς Μηνόδωρον τὸν Εὐγάμου ἑνὸς τῶν συσχολαστῶν ἐρώμενον·

    τηλοῦ μὲν Φρυγίη, τηλοῦ δʼ ἱερὴ Θυάτειρα·
  1. ὦ Μηνόδωρε, σὴ πατρίς, Καδανάδη.
  2. ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα,
  3. ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα.
  4. σῆμα δέ τοι τόδʼ ἔρεξεν ἀριφραδὲς Εὔγαμος, ᾧ σὺ
  5. πολλῶν πενεστέων ἦσθα προσφιλέστατος.

Ἀπεδέχετο δὲ πάντων μᾶλλον Ὅμηρον, οὗ καὶ εἰς ὕπνον ἰὼν πάντως τι ἀνεγίνωσκεν, ἀλλὰ καὶ ὄρθρου λέγων ἐπὶ τὸν ἐρώμενον ἀπιέναι ὁπότε βούλοιτο ἀναγνῶναι. τόν τε Πίνδαρον ἔφασκε δεινὸν εἶναι φωνῆς ἐμπλῆσαι καὶ ὀνομάτων καὶ ῥημάτων εὐπορίαν παρασχεῖν. Ἴωνα δὲ καὶ ἐχαρακτήριζε νέος ὤν.