Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

τὰ μὲν περὶ Πλάτωνος τοσαῦτα ἦν ἐς τὸ δυνατὸν ἡμῖν συναγαγεῖν, φιλοπόνως διειλήσασι τὰ λεγόμενα περὶ τἀνδρός. διεδέξατο δʼ αὐτὸν Σπεύσιππος Εὐρυμέδοντος Ἀθηναῖος, τῶν μὲν δήμων Μυρρινούσιος, υἱὸς δὲ τῆς ἀδελφῆς αὐτοῦ Πωτώνης. καὶ ἐσχολάρχησεν ἔτη ὀκτώ, ἀρξάμενος ἀπὸ τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· Χαρίτων τʼ ἀγάλματʼ ἀνέθηκεν ἐν τῷ μουσείῳ τῷ ὑπὸ Πλάτωνος ἐν Ἀκαδημείᾳ ἱδρυθέντι. καὶ ἔμεινε μὲν ἐπὶ τῶν αὐτῶν Πλάτωνι δογμάτων· οὐ μὴν τό γʼ ἦθος διέμεινε τοιοῦτος. καὶ γὰρ ὀργίλος καὶ ἡδονῶν ἥττων ἦν. φασὶ γοῦν αὐτὸν ὑπὸ θυμοῦ τὸ κυνίδιον εἰς τὸ φρέαρ ῥῖψαι καὶ ὑφʼ ἡδονῆς ἐλθεῖν εἰς Μακεδονίαν ἐπὶ τὸν Κασάνδρου γάμον.

Ἐλέγοντο δὲ αὐτοῦ καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθένειά τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία. ὅτε καὶ Διονύσιος πρὸς αὐτὸν γράφων τωθαστικῶς φησι· καὶ ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας ἔστι καταμαθεῖν τὴν σοφίαν. καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρʼ αὐτὸν φοιτῶντας

V1_376
ἐποίει· σὺ δὲ δασμολογεῖς καὶ παρʼ ἑκόντων καὶ ἀκόντων λαμβάνεις. οὗτος πρῶτος, καθά φησι Διόδωρος ἐν Ἀπομνημονευμάτων πρώτῳ, ἐν τοῖς μαθήμασιν ἐθεάσατο τὸ κοινὸν καὶ συνῳκείωσε καθόσον ἦν δυνατὸν ἀλλήλοις· καὶ πρῶτος παρὰ Ἰσοκράτους τὰ καλούμενα ἀπόρρητα ἐξήνεγκεν,

ὥς φησι Καινεύς. καὶ πρῶτος εὗρεν ᾧ τὰ φορμία τῶν φρυγάνων εὔογκα ποιοῦσιν.

Ἤδη δὲ ὑπὸ παραλύσεως καὶ τὸ σῶμα διέφθαρτο, καὶ πρὸς Ξενοκράτην διεπέμπετο παρακαλῶν αὐτὸν ἐλθεῖν καὶ τὴν σχολὴν διαδέξασθαι. φασὶ δὲ αὐτὸν ἐπʼ ἀμαξίου φερόμενον εἰς τὴν Ἀκαδημείαν συναντῆσαι Διογένει καὶ Χαῖρε εἰπεῖν· τὸν δὲ φάναι, ἀλλὰ μὴ σύ γε, ὅστις ὑπομένεις ζῆν τοιοῦτος ὤν. καὶ τέλος ὑπὸ ἀθυμίας ἑκὼν τὸν βίον μετήλλαξε γηραιὸς ὤν. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·

    ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,
  1. οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι·
  2. ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν
  3. κάτθανεν ἂν διά τι σφόδρα μικρόν.

Πλούταρχος δέ φησιν ἐν τῷ Λυσάνδρου βίῳ καὶ Σύλλα φθειρσὶν ἐκζέσαι αὐτόν. ἦν δὲ καὶ τὸ σῶμα διακεχυμένος, ὥς φησι Τιμόθεος ἐν τῷ Περὶ βίων. οὗτος, φησί, πρὸς τὸν ἐρῶντα πλούσιον ἀμόρφου ἔφη, τί δέ σοι δεῖ τούτου; ἐγὼ γάρ σοι δέκα ταλάντων εὐμορφοτέραν[*](εὐμορφοτέραν] fort. ἀμορφότερον H. Richards.) εὑρήσω.

V1_378

Καταλέλοιπε δὲ πάμπλειστα ὑπομνήματα καὶ διαλόγους πλείονας, ἐν οἷς καὶ

  • Ἀρίστιππον τὸν Κυρηναῖον.
  • Περὶ πλούτου α′.
  • Περὶ ἡδονῆς α′.
  • Περὶ δικαιοσύνης α′.
  • Περὶ φιλοσοφίας α′.
  • Περὶ φιλίας α′.
  • Περὶ θεῶν α′.
  • Φιλόσοφος α′.
  • Πρὸς Κέφαλον α′.
  • Κέφαλος α′.
  • Κλεινόμαχος ἢ Λυσίας α′.
  • Πολίτης α′.
  • Περὶ ψυχῆς α′.
  • Πρὸς Γρύλλον α′.
  • Ἀρίστιππος α′.
  • Τεχνῶν ἔλεγχος α′.
  • Ὑπομνηματικοὶ διάλογοι.
  • Τεχνικὸν α′.
  • Διάλογοι τῶν περὶ τὴν πραγματείαν ὁμοίων α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η θ′ ι′.
  • Διαιρέσεις καὶ πρὸς τὰ ὅμοια ὑποθέσεις.
  • Περὶ γενῶν καὶ εἰδῶν παραδειγμάτων.
  • Πρὸς τὸν Ἀμάρτυρον.
  • Πλάτωνος ἐγκώμιον.
  • Ἐπιστολαὶ πρὸς Δίωνα, Διονύσιον, Φίλιππον.
  • Περὶ νομοθεσίας.
  • Μαθηματικός.
  • Μανδρόβολος.
  • Λυσίας.
  • Ὅροι.
  • Τάξεις ὑπομνημάτων.
  • V1_380

    Στίχοι τρεῖς καὶ τετρακισμύριοι τεσσαρακόσιοι ἑβδομήκοντα πέντε. πρὸς τοῦτον γράφει καὶ Τιμωνίδης[*](Τιμωνίδης] Σιμωνίδης vulg.: sed. cf. Plut. Vit. Dion. 35 et 31.) τὰς ἱστορίας, ἐν αἷς κατέταξε τὰς πράξεις Δίωνός τε καὶ Βίωνος.[*](τε καὶ Βίωνος secl. Mueller, F. H. G. ii. 83. Βίωνος] fort. Διονυσίου.) φησὶ δὲ καὶ Φαβωρῖνος ἐν δευτέρῳ Ἀπομνημονευμάτων ὡς Ἀριστοτέλης αὐτοῦ τὰ βιβλία τριῶν ταλάντων ὠνήσατο.

    Γέγονε Σπεύσιππος καὶ ἕτερος, ἰατρὸς Ἡροφίλειος Ἀλεξανδρεύς.

    Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος· οὗτος ἐκ νέου Πλάτωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδήμησεν. ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε λέγειν τὸν Πλάτωνα συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, τῷ μὲν μύωπος δεῖ, τῷ δὲ χαλινοῦ. καὶ ἐφʼ οἷον ἵππον οἷον ὄνον ἀλείφω. σεμνὸς δὲ τά τʼ ἄλλα Ξενοκράτης καὶ σκυθρωπὸς ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα, Ξενόκρατες, θῦε ταῖς Χάρισι. διῆγέ τʼ ἐν Ἀκαδημείᾳ τὰ πλεῖστα· καὶ εἴ ποτε μέλλοι εἰς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.

    καί ποτε καὶ Φρύνην τὴν ἑταίραν ἐθελῆσαι πειρᾶσαι αὐτόν, καὶ δῆθεν διωκομένην ὑπό τινων καταφυγεῖν εἰς τὸ οἰκίδιον. τὸν δὲ ἕνεκα τοῦ ἀνθρωπίνου εἰσδέξασθαι, καὶ ἑνὸς ὄντος κλινιδίου δεομένῃ μεταδοῦναι τῆς κατακλίσεως· καὶ τέλος πολλὰ ἐκλιπαροῦσαν

    V1_382
    ἄπρακτον ἀναστῆναι. λέγειν τε πρὸς τοὺς πυνθανομένους ὡς οὐκ ἀπʼ ἀνδρός, ἀλλʼ ἀπʼ ἀνδριάντος ἀνασταίη. ἔνιοι δὲ Λαΐδα φασὶ παρακατακλῖναι αὐτῷ τοὺς μαθητάς· τὸν δὲ οὕτως εἶναι ἐγκρατῆ, ὥστε καὶ τομὰς καὶ καύσεις πολλάκις ὑπομεῖναι περὶ τὸ αἰδοῖον. ἦν δὲ καὶ ἀξιόπιστος σφόδρα, ὥστε μὴ ἐξὸν ἀνώμοτον μαρτυρεῖν, τούτῳ μόνῳ συνεχώρουν Ἀθηναῖοι.

    καὶ δὴ καὶ αὐταρκέστατος ἦν. Ἀλεξάνδρου γοῦν ποτὲ συχνὸν ἀργύριον ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν τὸ λοιπὸν ἀπέπεμψεν, εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας τρέφοντι. ἀλλὰ καὶ 〈τὸ〉 ὑπʼ Ἀντιπάτρου πεμφθὲν μὴ προσέσθαι, ὥς φησι Μυρωνιανὸς ἐν Ὁμοίοις. καὶ χρυσῷ στεφάνῳ τιμηθέντα ἐπάθλῳ πολυποσίας τοῖς Χουσὶ παρὰ Διονυσίῳ ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρμῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει. λόγος δὲ αὐτὸν μετὰ καὶ ἄλλων πεμφθῆναι πρεσβευτὴν πρὸς Φίλιππον· καὶ τοὺς μὲν δώροις μαλθασσομένους καὶ εἰς τὰς κλήσεις συνιέναι καὶ τῷ Φιλίππῳ λαλεῖν· τὸν δὲ μηδέτερον τούτων ποιεῖν. οὔτε γὰρ ὁ Φίλιππος αὐτὸν προσίετο διὰ τοῦτο.

    ὅθεν ἐλθόντας τοὺς πρέσβεις εἰς τὰς Ἀθήνας φάσκειν ὡς μάτην αὐτοῖς Ξενοκράτης συνεληλύθοι· καὶ τοὺς ἑτοίμους εἶναι ζημιοῦν αὐτόν. μαθόντας δὲ παρʼ αὐτοῦ ὡς νῦν καὶ μᾶλλον φροντιστέον εἴη τῆς πόλεως αὐτοῖς 〈τοὺς μὲν γὰρ ᾔδει δωροδοκήσαντας ὁ Φίλιππος,

    V1_384
    ἐμὲ δὲ μηδενὶ λόγῳ ὑπαξόμενοσ〉 φασὶ διπλασίως αὐτὸν τιμῆσαι. καὶ τὸν Φίλιππον δὲ λέγειν ὕστερον ὡς μόνος εἴη Ξενοκράτης τῶν πρὸς αὐτὸν ἀφιγμένων ἀδωροδόκητος. ἀλλὰ καὶ πρεσβεύων πρὸς Ἀντίπατρον περὶ αἰχμαλώτων Ἀθηναίων κατὰ τὸν Λαμιακὸν πόλεμον, καὶ κληθεὶς ἐπὶ δεῖπνον πρὸς αὐτὸν προηνέγκατο ταυτί·
      ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
    1. πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
    2. πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
    καὶ τὸν ἀποδεξάμενον τὴν εὐστοχίαν εὐθὺς ἀφεῖναι.