Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἱερώνυμος δʼ ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων φησὶν ὅτι ὁ Περικλῆς παρήγαγεν αὐτὸν ἐπὶ τὸ δικαστήριον, διερρυηκότα

V1_144
καὶ λεπτὸν ὑπὸ νόσου, ὥστε ἐλέῳ μᾶλλον ἢ κρίσει ἀφεθῆναι. καὶ τὰ μὲν περὶ τῆς δίκης αὐτοῦ τοσαῦτα.

Ἔδοξε δέ πως καὶ Δημοκρίτῳ ἀπεχθῶς ἐσχηκέναι ἀποτυχὼν τῆς πρὸς αὐτὸν κοινολογίας. καὶ τέλος ἀποχωρήσας εἰς Λάμψακον αὐτόθι κατέστρεψεν. ὅτε καὶ τῶν ἀρχόντων τῆς πόλεως ἀξιούντων τί βούλεται αὐτῷ γενέσθαι, φάναι, τοὺς παῖδας ἐν ᾧ ἂν ἀποθάνῃ μηνὶ κατʼ ἔτος παίζειν συγχωρεῖν. καὶ φυλάττεται τὸ ἔθος καὶ νῦν.

τελευτήσαντα δὴ αὐτὸν ἔθαψαν ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν·

    ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας
  1. οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.

Ἔστι καὶ ἡμῶν εἰς αὐτόν·

    ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
  1. καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·
  2. ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δʼ αὑτὸν
  3. ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.

Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀναξαγόραι, ὧν [ἐν οὐδενὶ πάντα, ἀλλʼ] ὁ μὲν ἦν ῥήτωρ Ἰσοκράτειος· ὁ δʼ ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος· ἄλλος γραμματικὸς Ζηνοδότειος.