Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Κρίτων Ἀθηναῖος· οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ, ὥστε μηδέποτʼ ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δʼ οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους,

  • Ὅτι οὐκ ἐκ τοῦ μαθεῖν οἱ ἀγαθοί.
  • Περὶ τοῦ πλέον ἔχειν.
  • V1_250
  • Τί τὸ ἐπιτήδειον ἢ Πολιτικός.
  • Περὶ τοῦ καλοῦ.
  • Περὶ τοῦ κακουργεῖν.
  • Περὶ εὐθημοσύνης.
  • Περὶ τοῦ νόμου.
  • Περὶ τοῦ θείου.
  • Περὶ τεχνῶν.
  • Περὶ συνουσίας.
  • Περὶ σοφίας.
  • Πρωταγόρας ἢ Πολιτικός.
  • Περὶ γραμμάτων.
  • Περὶ ποιητικῆς, [περὶ τοῦ καλοῦ].
  • Περὶ τοῦ μαθεῖν.
  • Περὶ τοῦ γνῶναι ἢ Περὶ ἐπιστήμης.
  • Τί τὸ ἐπίστασθαι.
  • Σίμων Ἀθηναῖος, σκυτοτόμος. οὗτος ἐρχομένου Σωκράτους ἐπὶ τὸ ἐργαστήριον καὶ διαλεγομένου τινά, ὧν ἐμνημόνευεν ὑποσημειώσεις ἐποιεῖτο· ὅθεν σκυτικοὺς αὐτοῦ τοὺς διαλόγους καλοῦσιν. εἰσὶ δὲ τρεῖς καὶ τριάκοντα ἐν ἑνὶ φερόμενοι βιβλίῳ·

  • Περὶ θεῶν.
  • Περὶ τοῦ ἀγαθοῦ.
  • Περὶ τοῦ καλοῦ.
  • Τί τὸ καλόν.
  • Περὶ δικαίου πρῶτον, δεύτερον.
  • Περὶ ἀρετῆς ὅτι οὐ διδακτόν.
  • Περὶ ἀνδρείας πρῶτον, δεύτερον, τρίτον.
  • Περὶ νόμου.
  • Περὶ δημαγωγίας.
  • Περὶ τιμῆς.
  • V1_252
  • Περὶ ποιήσεως.
  • Περὶ εὐπαθείας.
  • Περὶ ἔρωτος.
  • Περὶ φιλοσοφίας
  • Περὶ ἐπιστήμης.
  • Περὶ μουσικῆς.
  • Περὶ ποιήσεως.
  • Τί τὸ καλόν.
  • Περὶ διδασκαλίας.
  • Περὶ τοῦ διαλέγεσθαι.
  • Περὶ κρίσεως.
  • Περὶ τοῦ ὄντος.
  • Περὶ ἀριθμοῦ.
  • Περὶ ἐπιμελείας.
  • Περὶ τοῦ ἐργάζεσθαι.
  • Περὶ φιλοκερδοῦς.
  • Περὶ ἀλαζονείας.
  • Περὶ τοῦ καλοῦ.
  • οἱ δέ,

  • Περὶ τοῦ βουλεύεσθαι.
  • Περὶ λόγου ἢ περὶ ἐπιτηδειότητος.
  • Περὶ κακουργίας.
  • Οὗτος, φασί, πρῶτος διελέχθη τοὺς λόγους τοὺς Σωκρατικούς. ἐπαγγειλαμένου δὲ Περικλέους θρέψειν αὐτὸν καὶ κελεύοντος ἀπιέναι πρὸς αὐτόν, οὐκ ἂν ἔφη τὴν παρρησίαν ἀποδόσθαι.

    Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς· καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα· καί τις ἀνδριαντοποιός.

    V1_254

    Γλαύκων Ἀθηναῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι ἐννέα·

  • Φειδύλος.
  • Εὐριπίδης.
  • Ἀμύντιχος.
  • Εὐθίας.
  • Λυσιθείδης.
  • Ἀριστοφάνης.
  • Κέφαλος.
  • Ἀναξίφημος.
  • Μενέξενος.
  • φέρονται καὶ ἄλλοι δύο καὶ τριάκοντα, οἳ νοθεύονται.

    Σιμμίας Θηβαῖος· καὶ τούτου φέρονται ἐν ἑνὶ βιβλίῳ διάλογοι τρεῖς καὶ εἴκοσι·

  • Περὶ σοφίας.
  • Περὶ λογισμοῦ.
  • Περὶ μουσικῆς.
  • Περὶ ἐπῶν.
  • Περὶ ἀνδρείας.
  • Περὶ φιλοσοφίας.
  • Περὶ ἀληθείας.
  • Περὶ γραμμάτων.
  • Περὶ διδασκαλίας.
  • Περὶ τέχνης.
  • Περὶ τοῦ ἐπιστατεῖν.
  • Περὶ πρέποντος.
  • Περὶ αἱρετου καὶ φευκτοῦ.
  • Περὶ φίλου.
  • V1_256
  • Περὶ τοῦ εἰδέναι.
  • Περὶ ψυχῆς.
  • Περὶ τοῦ εὖ ζῆν.
  • Περὶ δυνατοῦ.
  • Περὶ χρημάτων.
  • Περὶ ζωῆς.
  • Τί τὸ καλόν.
  • Περὶ ἐπιμελείας.
  • Περὶ ἔρωτος.
  • Κέβης ὁ Θηβαῖος· καὶ τούτου φέρονται διάλογοι τρεῖς·

  • Πίναξ.
  • Ἑβδόμη.
  • Φρύνιχος.
  • [Μενέδημος] Οὗτος τῶν ἀπὸ Φαίδωνος, Κλεισθένους τοῦ τῶν Θεοπροπιδῶν καλουμένων υἱός, ἀνδρὸς εὐγενοῦς μέν, ἀρχιτέκτονος δὲ καὶ πένητος· οἱ δὲ καὶ σκηνογράφον αὐτὸν εἶναί φασι καὶ μαθεῖν ἑκάτερα τὸν Μενέδημον· ὅθεν γράψαντος αὐτοῦ ψήφισμά τι καθήψατό τις Ἀλεξίνειος, εἰπὼν ὡς οὔτε σκηνὴν οὔτε ψήφισμα προσήκει τῷ σοφῷ γράφειν. πεμφθεὶς δὲ φρουρὸς ὁ Μενέδημος ὑπὸ τῶν Ἐρετριέων εἰς Μέγαρα ἀνῆλθεν εἰς Ἀκαδημείαν πρὸς Πλάτωνα, καὶ θηραθεὶς κατέλιπε τὴν στρατείαν.