Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Περίανδρος Κυψέλου Κορίνθιος ἀπὸ τοῦ τῶν Ἡρακλειδῶν γένους. οὗτος γήμας Λυσίδην, ἣν αὐτὸς Μέλισσαν ἐκάλει, τὴν Προκλέους τοῦ Ἐπιδαυρίων τυράννου καὶ Ἐρισθενείας τῆς Ἀριστοκράτους παιδός, ἀδελφῆς δὲ τοῦ Ἀριστοδήμου θυγατέρα, οἳ σχεδὸν πάσης Ἀρκαδίας ἐπῆρξαν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ ἀρχῆς, παῖδας ἐξ αὐτῆς ἐποίησε δύο, Κύψελον καὶ Λυκόφρονα· τὸν μὲν νεώτερον συνετόν, τὸν δὲ πρεσβύτερον ἄφρονα. χρόνῳ δὴ ὑπʼ ὀργῆς βαλὼν ὑποβάθρῳ ἢ λακτίσας τὴν γυναῖκα ἔγκυον οὖσαν ἀπέκτεινε, πεισθεὶς διαβολαῖς παλλακίδων, ἃς ὕστερον ἔκαυσε.

Τόν τε παῖδα ἀπεκήρυξεν εἰς Κέρκυραν, λυπούμενον

V1_98
ἐπὶ τῇ μητρί, ᾧ ὄνομα Λυκόφρων. ἤδη δὲ

ἐν γήρᾳ καθεστὼς μετεπέμπετο αὐτὸν ὅπως παραλάβοι τὴν τυραννίδα· ὃν φθάσαντες οἱ Κερκυραῖοι διεχρήσαντο. ὅθεν ὀργισθεὶς ἔπεμψε τοὺς παῖδας αὐτῶν πρὸς Ἀλυάττην ἐπʼ ἐκτομῇ· προσχούσης δὲ τῆς νεὼς Σάμῳ, ἱκετεύσαντες τὴν Ἥραν ὑπὸ τῶν Σαμίων διεσώθησαν.

Καὶ ὃς ἀθυμήσας ἐτελεύτησεν, ἤδη γεγονὼς ἔτη ὀγδοήκοντα. Σωσικράτης δέ φησι πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τεσσαράκοντα καὶ ἑνί, πρὸ τῆς τεσσαρακοστῆς ἐνάτης Ὀλυμπιάδος. τοῦτον Ἡρόδοτος ἐν τῇ πρώτῃ ξένον φησὶν εἶναι Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ.

Φησὶ δὲ Ἀρίστιππος ἐν πρώτῳ Περὶ παλαιᾶς τρυφῆς περὶ αὐτοῦ τάδε, ὡς ἄρα ἐρασθεῖσα ἡ μήτηρ αὐτοῦ Κράτεια συνῆν αὐτῷ λάθρα· καὶ ὃς ἥδετο. φανεροῦ δὲ γενομένου βαρὺς πᾶσιν ἐγένετο διὰ τὸ ἀλγεῖν ἐπὶ τῇ φωρᾷ. ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππῳ, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα.

Λέγουσι δέ τινες ὡς θελήσας αὐτοῦ τὸν τάφον μὴ γνωσθῆναι, τοιοῦτόν τι ἐμηχανήσατο. δυσὶν ἐκέλευσε νεανίσκοις, δείξας τινὰ ὁδόν, ἐξελθεῖν νύκτωρ, καὶ τὸν ἀπαντήσαντα ἀνελεῖν καὶ θάψαι· ἔπειτα βαδίζειν ἄλλους τε κατὰ τούτων τέτταρας,

V1_100
καὶ ἀνελόντας θάψαι· πάλιν τε κατὰ τούτων πλείονας. καὶ οὕτως αὐτὸς τοῖς πρώτοις ἐντυχὼν ἀνῃρέθη. Κορίνθιοι δὲ ἐπί τι κενοτάφιον ἐπέγραψαν αὐτῷ τόδε·

    πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθος
  1. κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει.
ἔστι καὶ ἡμῶν·
    μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος· ἀλλὰ
  1. τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.
  2. καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
  3. οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.

Τούτου ἐστὶ καὶ τὸ Μηδὲν χρημάτων ἕνεκα πράττειν· δεῖν γὰρ τὰ κερδαντὰ κερδαίνειν. ἐποίησε δὲ καὶ ὑποθήκας εἰς ἔπη δισχίλια. εἶπέ τε τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῇ εὐνοίᾳ δορυφορεῖσθαι, καὶ μὴ τοῖς ὅπλοις. καί ποτε ἐρωτηθεὶς διὰ τί τυραννεῖ, ἔφη, ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει. ἔλεγε δὲ καὶ τάδε· καλὸν ἡσυχία· ἐπισφαλὲς προπέτεια· κέρδος αἰσχρόν· * δημοκρατία κρεῖττον τυραννίδος· αἱ μὲν ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι·

εὐτυχῶν μὲν μέτριος ἴσθι, δυστυχῶν δὲ φρόνιμος· φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι· ὃ ἂν ὁμολογήσῃς, διατήρει· λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ· μὴ μόνον τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς μέλλοντας κόλαζε.

Οὗτος πρῶτος δορυφόρους ἔσχε, καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε· καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ

V1_102
Ἀριστοτέλης, ἤκμαζε δὲ περὶ τὴν τριακοστὴν ὀγδόην Ὀλυμπιάδα, καὶ ἐτυράννησεν ἔτη τετταράκοντα.

Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην.