Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ· ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν· ῥώμῃ δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. γενέσθαι τε αὐτῷ θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῷ ὁμωνύμῳ δράματι, πληθυντικῶς ἐπιγράψας. ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν

V1_92
ὑπὸ Δαναοῦ. οὗτος ἐποίησεν ᾅσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια.

Καὶ τὸ ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδᾳ τοῦτόν φασι ποιῆσαι·

    χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι.
  1. ἔστʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,

  1. ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη,
  2. καὶ ποταμοί γε ῥέωσιν, ἀνακλύζῃ δὲ θάλασσα,
  3. αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ,
  4. ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.

φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί

    τίς κεν αἰνήσειε νόῳ πίσυνος
  1. Λίνδου ναέταν Κλεόβουλον
  2. ἀενάοις ποταμοῖς
  3. ἄνθεσί τʼ εἰαρινοῖς
  4. ἀελίου τε φλογὶ χρυσέας τε σελάνας
  5. καὶ θαλασσαίαισι δίνῃς
  6. ἀντιθέντα μένος στάλας;
  7. ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲ
  8. καὶ βρότεοι παλάμαι θραύοντι· μωροῦ
  9. φωτὸς ἅδε βουλά.
οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα.

Φέρεται δʼ αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον·

    εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ
  1. παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·
  2. αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι·
  3. ἀθάνατοι δέ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.
ἔστι δὲ ὁ ἐνιαυτός.

V1_94

Τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι, λόγων τε πλῆθος· ἀλλʼ ὁ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν. μὴ μάταιος ἄχαρις γινέσθω. ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων

τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν. καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν· καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν· φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον· [φιλομαθῆ μᾶλλον ἢ ἀμαθῆ·] γλῶσσαν εὔφημον ἴσχειν· ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον· ἀδικίαν φεύγειν· πόλει τὰ βέλτιστα συμβουλεύειν· ἡδονῆς κρατεῖν· βίᾳ μηδὲν πράττειν· τέκνα παιδεύειν· ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνειν. οἰκέτην παρʼ οἶνον μὴ κολάζειν, δοκεῖν γὰρ ἂν παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων· ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί,

δεσπότας κτήσῃ τοὺς συγγενέας. μὴ ἐπεγγελᾶν τοῖς σκωπτομένοις· ἀπεχθήσεσθαι γὰρ τούτοις. εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος· ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.

V1_96

Ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα· καὶ αὐτῷ ἐπεγράφη·

    ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
  1. ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.

Ἀπεφθέγξατο· μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω·

Κλεόβουλος Σόλωνι

“Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη· φαμὶ δὲ ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. καὶ τοὶ ἕταροι δὲ ἑκαστόθεν πὰρ τὺ βασοῦνται.

Περίανδρος Κυψέλου Κορίνθιος ἀπὸ τοῦ τῶν Ἡρακλειδῶν γένους. οὗτος γήμας Λυσίδην, ἣν αὐτὸς Μέλισσαν ἐκάλει, τὴν Προκλέους τοῦ Ἐπιδαυρίων τυράννου καὶ Ἐρισθενείας τῆς Ἀριστοκράτους παιδός, ἀδελφῆς δὲ τοῦ Ἀριστοδήμου θυγατέρα, οἳ σχεδὸν πάσης Ἀρκαδίας ἐπῆρξαν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ ἀρχῆς, παῖδας ἐξ αὐτῆς ἐποίησε δύο, Κύψελον καὶ Λυκόφρονα· τὸν μὲν νεώτερον συνετόν, τὸν δὲ πρεσβύτερον ἄφρονα. χρόνῳ δὴ ὑπʼ ὀργῆς βαλὼν ὑποβάθρῳ ἢ λακτίσας τὴν γυναῖκα ἔγκυον οὖσαν ἀπέκτεινε, πεισθεὶς διαβολαῖς παλλακίδων, ἃς ὕστερον ἔκαυσε.

Τόν τε παῖδα ἀπεκήρυξεν εἰς Κέρκυραν, λυπούμενον

V1_98
ἐπὶ τῇ μητρί, ᾧ ὄνομα Λυκόφρων. ἤδη δὲ

ἐν γήρᾳ καθεστὼς μετεπέμπετο αὐτὸν ὅπως παραλάβοι τὴν τυραννίδα· ὃν φθάσαντες οἱ Κερκυραῖοι διεχρήσαντο. ὅθεν ὀργισθεὶς ἔπεμψε τοὺς παῖδας αὐτῶν πρὸς Ἀλυάττην ἐπʼ ἐκτομῇ· προσχούσης δὲ τῆς νεὼς Σάμῳ, ἱκετεύσαντες τὴν Ἥραν ὑπὸ τῶν Σαμίων διεσώθησαν.

Καὶ ὃς ἀθυμήσας ἐτελεύτησεν, ἤδη γεγονὼς ἔτη ὀγδοήκοντα. Σωσικράτης δέ φησι πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τεσσαράκοντα καὶ ἑνί, πρὸ τῆς τεσσαρακοστῆς ἐνάτης Ὀλυμπιάδος. τοῦτον Ἡρόδοτος ἐν τῇ πρώτῃ ξένον φησὶν εἶναι Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ.