Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ διʼ ἀπορίαν ἐθήτευον. ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὐτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια· φανερὸν δὲ διὰ τί.

Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.

Τὸ δὲ μέγιστον, τῆς πατρίδος αὐτοῦ [Σαλαμῖνος] ἀμφισβητουμένης ὑπό τε Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος

V1_48
ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς. καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα.

ἦν δὲ τὰ ἐλεγεῖα τὰ μάλιστα καθαψάμενα τῶν Ἀθηναίων τάδε·

    εἴην δὴ τότʼ ἐγὼ Φολεγάνδριος ἢ Σικινίτης
  1. ἀντί γʼ Ἀθηναίου, πατρίδʼ ἀμειψάμενος.
  2. αἶψα γὰρ ἂν φάτις ἥδε μετʼ ἀνθρώποισι γένοιτο·
  3. Ἀττικὸς οὗτος ἀνὴρ τῶν Σαλαμιναφετῶν.
εἶτα·
    ἴομεν εἰς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου
  1. ἱμερτῆς χαλεπόν τʼ αἶσχος ἀπωσόμενοι.
ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θρᾴκῃ Χερρόνησον προσκτήσασθαι.

ἵνα δὲ μὴ δοκοίη βίᾳ μόνον, ἀλλὰ καὶ δίκῃ τὴν Σαλαμῖνα κεκτῆσθαι, ἀνασκάψας τινὰς τάφους ἔδειξε τοὺς νεκροὺς πρὸς ἀνατολὰς ἐστραμμένους, ὡς ἦν ἔθος θάπτειν Ἀθηναίοις· ἀλλὰ καὶ αὐτοὺς τοὺς τάφους πρὸς ἕω βλέποντας καὶ ἀπὸ τῶν δήμων τοὺς χρηματισμοὺς ἐγκεχαραγμένους, ὅπερ ἦν ἴδιον Ἀθηναίων. ἔνιοι δέ φασι καὶ ἐγγράψαι αὐτὸν εἰς τὸν κατάλογον τοῦ Ὁμήρου μετὰ τὸν

Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας—
στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.

Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ ὁ δῆμος καὶ ἡδέως

V1_50
κἂν τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ· ὁ δʼ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφʼ ἑαυτῷ διεκώλυσεν. ᾅξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων. καὶ ἡ βουλή, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί·
    δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς,
  1. δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης.

τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν·

    ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης·
  1. βροντή τʼ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς·
  2. ἀνδρῶνδʼ ἐκ μεγάλωνπόλις ὄλλυται· ἐς δὲ μονάρχου
  3. δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν.

Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ, ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν. ὅτε καὶ ἐρωτηθεὶς ὑπʼ αὐτοῦ, τίς σοι δοκεῖ εὐδαίμων; Τέλλος, ἔφη, Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων καὶ τὰ θρυλούμενα.

V1_52

Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται· ὁ δέ ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ ταώς· φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι. ἐκεῖθέν τε ἀπαλλαγεὶς ἐγένετο ἐν Κιλικίᾳ, καὶ πόλιν συνῴκισεν ἣν ἀπʼ αὐτοῦ Σόλους ἐκάλεσεν· ὀλίγους τέ τινας τῶν Ἀθηναίων ἐγκατῴκισεν, οἳ τῷ χρόνῳ τὴν φωνὴν ἀποξενωθέντες σολοικίζειν ἐλέχθησαν. καί εἰσιν οἱ μὲν ἔνθεν Σολεῖς, οἱ δʼ ἀπὸ Κύπρου Σόλιοι. ὅτε δὲ τὸν Πεισίστρατον ἔμαθεν ἤδη τυραννεῖν, τάδε ἔγραψε πρὸς τοὺς Ἀθηναίους·

    εἰ δὲ πεπόνθατε δεινὰ διʼ ὑμετέρην κακότητα,
  1. μή τι θεοῖς τούτων μοῖραν ἐπαμφέρετε.
  2. αὐτοὶ γὰρ τούτους ηὐξήσατε, ῥύσια δόντες,
  3. καὶ διὰ ταῦτα κακὴν ἴσχετε δουλοσύνην.
  4. ὑμέων δʼ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,
  5. σύμπασιν δʼ ὑμῖν κοῦφος ἔνεστι νόος.
  6. εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός,
  7. εἰς ἔργον δʼ οὐδὲν γιγνόμενον βλέπετε.
καὶ οὗτος μὲν τοῦτα. Πεισίστρατος δʼ αὐτῷ φεύγοντι τοῦτον ἐπέστειλε τὸν τρόπον·

Πεισίστρατος Σόλωνι

“Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην, οὔτε οὐ προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐγὼ ἃ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει, ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους· ἀλλὰ καθότι σὺ διέθηκας τοὺς θεσμοὺς

V1_54
Ἀθηναίοις, ἐπιτρέπω πολιτεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημοκρατίαν· οὐκ ἐῶ γὰρ οὐδένα ὑβρίζειν· καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς· ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὑτοῦ κλήρου δεκάτην, οὐκ ἐμοί, ἀλλʼ ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυσίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν [ὁ] πόλεμος ἡμᾶς καταλάβῃ.

“Σοὶ δʼ ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες· ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχʼ ἂν ἠνέσχου καθισταμένου, οὐδʼ ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. ἴσθι γὰρ μηδʼ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕνεκα μὴ ἐστέρησο τῆς πατρίδος.

Ταῦτα μὲν Πεισίστρατος. Σόλων δὲ ὅρον ἀνθρωπίνου βίου φησὶν ἔτη ἑβδομήκοντα.

Δοκεῖ δὲ καὶ κάλλιστα νομοθετῆσαι· ἐάν τις μὴ τρέφῃ τοὺς γονέας, ἄτιμος ἔστω· ἀλλὰ καὶ ὁ τὰ πατρῷα κατεδηδοκὼς ὁμοίως. καὶ ὁ ἀργὸς ὑπεύθυνος

V1_56
ἔστω παντὶ τῷ βουλομένῳ γράφεσθαι. Λυσίας δʼ ἐν τῷ κατὰ Νικίου Δράκοντά φησι γεγραφέναι τὸν νόμον, Σόλωνα δὲ τὸν ἡταιρηκότα εἴργειν τοῦ βήματος. συνέστειλε δὲ καὶ τὰς τιμὰς τῶν ἐν ἀγῶσιν ἀθλητῶν, Ὀλυμπιονίκῃ μὲν τάξας πεντακοσίας δραχμάς, Ἰσθμιονίκῃ δὲ ἑκατόν, καὶ ἀνὰ λόγον ἐπὶ τῶν ἄλλων. ἀπειρόκαλον γὰρ τὸ ἐξαίρειν τὰς τούτων τιμάς, ἀλλὰ μόνων ἐκείνων τῶν ἐν πολέμοις τελευτησάντων, ὧν καὶ τοὺς υἱοὺς δημοσίᾳ τρέφεσθαι καὶ παιδεύεσθαι.

Ὅθεν καὶ ἐζήλουν πολλοὶ καλοὶ κἀγαθοὶ γίνεσθαι κατὰ πόλεμον· ὡς Πολύζηλος, ὡς Κυνέγειρος, ὡς Καλλίμαχος, ὡς σύμπαντες οἱ Μαραθωνομάχοι· ἔτι τε Ἁρμόδιος καὶ Ἀριστογείτων καὶ Μιλτιάδης καὶ μυρίοι ὅσοι. ἀθληταὶ δὲ καὶ ἀσκούμενοι πολυδάπανοι, καὶ νικῶντες ἐπιζήμιοι καὶ στεφανοῦνται κατὰ τῆς πατρίδος μᾶλλον ἢ κατὰ τῶν ἀνταγωνιστῶν· γέροντές τε γενόμενοι κατὰ τὸν Εὐριπίδην

τρίβωνες ἐκλιπόντες οἴχονται κρόκας.
ὅπερ συνιδὼν ὁ Σόλων μετρίως αὐτοὺς ἀπεδέξατο. κάλλιστον δὲ κἀκεῖνο· τὸν ἐπίτροπον τῇ τῶν ὀρφανῶν μητρὶ μὴ συνοικεῖν, μηδʼ ἐπιτροπεύειν, εἰς ὃν ἡ οὐσία ἔρχεται τῶν ὀρφανῶν τελευτησάντων. κἀκεῖνο·

δακτυλιογλύφῳ μὴ ἐξεῖναι σφραγῖδα φυλάττειν τοῦ πραθέντος δακτυλίου· καὶ ἐὰν ἕνα ὀφθαλμὸν ἔχοντος ἐκκόψῃ τις, ἀντεκκόπτειν τοὺς δύο. ἃ μὴ ἔθου, μὴ ἀνέλῃ· εἰ δὲ μή, θάνατος ἡ

V1_58
ζημία. τῷ ἄρχοντι, ἐὰν μεθύων ληφθῇ, θάνατον εἶναι τὴν ζημίαν.

Τά τε Ὁμήρου ἐξ ὑποβολῆς γέγραφε ῥαψῳδεῖσθαι, οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον. μᾶλλον οὖν Σόλων Ὅμηρον ἐφώτισεν ἢ Πεισίστρατος, ὥς φησι Διευχίδας ἐν πέμπτῳ Μεγαρικῶν. ἦν δὲ μάλιστα τὰ ἔπη ταυτί· οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον καὶ τὰ ἑξῆς.

Πρῶτος δὲ Σόλων τὴν τριακάδα ἔνην καὶ νέαν ὠνόμασε. καὶ πρῶτος τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν, ὡς Ἀπολλόδωρός φησιν ἐν δευτέρῳ Περὶ νομοθετῶν. ἀλλὰ καὶ τῆς στάσεως γενομένης οὔτε μετὰ τῶν ἐξ ἄστεος, οὔτε μετὰ τῶν πεδιέων, ἀλλʼ οὐδὲ μετὰ τῶν παράλων ἐτάχθη.

Ἔλεγε δὲ τὸν μὲν λόγον εἴδωλον εἶναι τῶν ἔργων· βασιλέα δὲ τὸν ἰσχυρότατον τῇ δυνάμει. τοὺς δὲ νόμους τοῖς ἀραχνίοις ὁμοίους· καὶ γὰρ ἐκεῖνα, ἐὰν μὲν ἐμπέσῃ τι κοῦφον καὶ ἀσθενές, στέγειν· ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεσθαι. ἔφασκέ τε σφραγίζεσθαι τὸν μὲν λόγον σιγῇ, τὴν δὲ σιγὴν καιρῷ.

ἔλεγε δὲ τοὺς παρὰ τοῖς τυράννοις δυναμένους παραπλησίους εἶναι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν. καὶ γὰρ ἐκείνων ἑκάστην ποτὲ μὲν πλείω σημαίνειν, ποτὲ δὲ ἥττω· καὶ τούτων τοὺς τυράννους ποτὲ μὲν ἕκαστον μέγαν ἄγειν καὶ λαμπρόν, ποτὲ δὲ ἄτιμον. ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε,

V1_60
διὰ τὸ ἀπελπίσαι, ἔφη. πῶς τε ἥκιστʼ ἂν ἀδικοῖεν οἱ ἄνθρωποι, εἰ ὁμοίως, ἔφη, ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι. καὶ τὸν μὲν κόρον ὑπὸ τοῦ πλούτου γεννᾶσθαι, τὴν δὲ ὕβριν ὑπὸ τοῦ κόρου. ἠξίωσέ τε Ἀθηναίους τὰς ἡμέρας κατὰ σελήνην ἄγειν. καὶ Θέσπιν ἐκώλυσε τραγῳδίας διδάσκειν, ὡς ἀνωφελῆ τὴν ψευδολογίαν. ὅτʼ οὖν

Πεισίστρατος ἑαυτὸν κατέτρωσεν, ἐκεῖθεν ἔφη ταῦτα φῦναι. τοῖς τε ἀνθρώποις συνεβούλευσεν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ Περὶ τῶν φιλοσόφων αἱρέσεων, τάδε· καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε. μὴ ψεύδου. τὰ σπουδαῖα μελέτα. φίλους μὴ ταχὺ κτῶ· οὓς δʼ ἂν κτήσῃ μὴ ἀποδοκίμαζε. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα. νοῦν ἡγεμόνα ποιοῦ. μὴ κακοῖς ὁμίλει. θεοὺς τίμα, γονέας αἰδοῦ. φασὶ δʼ αὐτὸν καὶ Μιμνέρμου γράψαντος,

    αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέω νμελεδωνέων
  1. ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,

ἐπιτιμῶντα αὐτῷ εἰπεῖν·

    ἀλλʼ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον·
  1. μηδὲ μέγαιρʼ ὅτι σεῦ λῷον ἐπεφρασάμην·
  2. καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δʼ ἄειδε·
  3. ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.

Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε·

    πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα
  1. μὴ κρυπτὸν ἔχθος ἔχων κραδί ῃ,
    V1_62
  2. φαιδρῷ προσενέπῃ προσώπῳ,
  3. γλῶσσα δέ οἱ διχόμυθος
  4. ἐκ μελανῆς φρενὸς γεγωνῇ.

Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.

Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε·

    ἡ Μήδων ἄδικον παύσασʼ ὕβριν, ἥδε Σόλωνα
  1. τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δʼ ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα·

    οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,
  1. ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.

Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως·

    σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ·
  1. ὀστέʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες.
  2. ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ
  3. θῆκε νόμους ἀστοῖς ἄχθεα κουφότατα.

V1_64

Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, ἀλλʼ οὐδὲν ἀνύτεις, εἰπεῖν, διʼ αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω.

Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε·

Σόλων Περιάνδρῳ

“Ἀπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις. ἐπιβουλεύσειε δʼ ἄν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῷ, ὁ δὲ σοῦ καταγνούς, οὐκ ἔσθʼ ὅ τι οὐκ ὀρρωδοῦντος· κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῇς. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν μείζονα ἕξεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἔτι τοι δεινός, μηδὲ σὺ ἐκποδών τινα ποιοῦ.

Σόλων Ἐπιμενίδῃ

“Οὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνήσειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθʼ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν. οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι, εὖ μὲν ἀγόντων, εἰσὶν ὠφέλιμοι· κακῶς δὲ [ἀγόντων], οὐδὲν ὠφελοῦσιν.