Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

  1. ἐς φθεῖρας λόγος ἐστὶν
  2. ἀλλάξαι τὸ πρὶν εἶδος,
  3. θεῖναί τʼ εὐθὺ κελεύειν
  4. Μαγνήτων, ἵνα νίκην
  5. δοίη τοῖς Ἐφέσοιο
  6. γενναίοις πολιήταις.
  7. ἦν γὰρ χρησμός, ὃν ᾔδει
  8. μοῦνος, τοῦτο κελεύων·
  9. καὶ θνήσκει παρʼ ἐκείνοις.
  10. ἦν οὖν τοῦτʼ ἄρʼ ἀληθές·
  11. ἢν ᾖ τις σοφὸς ὄντως,
  12. καὶ ζῶν ἐστιν ὄνησις,
  13. χὤταν μηδὲν ὑπάρχῃ.

Γέγονε δὲ κατὰ τὴν πεντηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα. καὶ ἐπέστειλεν ὧδε·

Φερεκύδης Θαλῇ

“Εὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκῃ· νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθειρῶν ἔβρυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα δʼ ὦν τοῖσιν οἰκιήτῃσιν, ἐπήν με κατθάψωσιν, ἐς σὲ τὴν γραφὴν ἐνεῖκαι. σὺ δὲ ἢν δοκιμώσῃς

V1_128
σὺν τοῖς ἄλλοις σοφοῖς, οὕτω μιν φῆνον· ἢν δὲ οὐ δοκιμώσητε, μὴ φήνῃς. ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανεν. ἔστι δὲ οὐκ ἀτρεκηΐη πρηγμάτων οὐδʼ ὑπίσχομαι τἀληθὲς εἰδέναι· ἅσσα δʼ ἂν ἐπιλέγῃ θεολογέων· τὰ ἄλλα χρὴ νοέειν· ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νούσῳ πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινα ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέμην· προεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοις ὁκοῖόν τι εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληΐθρης ἔδειξʼ ἂν ὡς ἔβρυον τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστεραίην ἐπὶ τὰς Φερεκύδεω ταφάς.

Καὶ οὗτοι μὲν οἱ κληθέντες σοφοί, οἷς τινες καὶ Πεισίστρατον τὸν τύραννον προσκαταλέγουσι. λεκτέον δὲ περὶ τῶν φιλοσόφων· καὶ πρῶτόν γε ἀρκτέον ἀπὸ τῆς Ἰωνικῆς φιλοσοφίας, ἧς καθηγήσατο Θαλῆς, οὗ διήκουσεν Ἀναξίμανδρος.