Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἐσσυμένως, δόρπον τε χαμεύνας τʼ ἀμφεπένοντο,
- τῇς ἔνι δαισάμενοι νύκτʼ ἄεσαν, ὡς τὸ πάροιθεν.
- ἦμος δʼ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς,
- δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο
- βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός· ἐκ δὲ βυθοῖο
- εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα
- ἄρμενα μηρύοντο κατὰ χρέος· ὕψι δὲ λαῖφος
- εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.
- νῆα δʼ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον
- καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι
- Σειρῆνες σίνοντʼ Ἀχελωίδες ἡδείῃσιν
- θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.
- τὰς μὲν ἄρʼ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα
- γείνατο Τερψιχόρη, Μουσέων μία· καί ποτε Δηοῦς
- θυγατέρʼ ἰφθίμην ἀδμῆτʼ ἔτι πορσαίνεσκον
- ἄμμιγα μελπόμεναι· τότε δʼ ἄλλο μὲν οἰωνοῖσιν,
- ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.
- αἰεὶ δʼ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς
- ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,
- τηκεδόνι φθινύθουσαι· ἀπηλεγέως δʼ ἄρα καὶ τοῖς