Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν
- τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.
- δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο
- Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν
- καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν
- ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν.
- μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες
- Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων
- Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται
- ἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο
- ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.
- Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν
- νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες
- ἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται
- εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·
- ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.
- καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
- Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες·
- ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς
- πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην