Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθʼ ὅγε κούρην
- Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,
- νηιάδα Μελίτην· ἡ δὲ σθεναρὸν τέκεν Ὕλλον.
- οὐδʼ ἄρʼ ὅγʼ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ
- ναίειν, κοιρανέοντος ὑπʼ ὀφρύσι Ναυσιθόοιο·
- βῆ δʼ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας
- Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον
- ἥρως Ναυσίθοος· τόθι δʼ εἵσατο, καί μιν ἔπεφνον
- Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.
- ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν
- Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται
- Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς
- νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη
- καὶ χρειώ σφʼ ἐκόμισσε; τίνες σφέας ἤγαγον αὖραι;
- αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο
- Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν.
- Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης
- αἷμʼ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας,
- νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν·
- ἀλλʼ ἔθεον γαίης Ὑλληίδος ἐξανιόντες