Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν.
- οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες,
- τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,
- Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο
- ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι
- φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες
- ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες.
- οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον
- πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων
- ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς
- δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο.
- ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον
- ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη
- φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον·
- ‘ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας
- εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν
- δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα
- ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι
- ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος
- εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται.