Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οὔπω τείρεα πάντα, τά τʼ οὐρανῷ εἱλίσσονται,
  2. οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι
  3. πευθομένοις· οἶοι δʼ ἔσαν Ἀρκάδες Ἀπιδανῆες,
  4. Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται
  5. ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς
  6. χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν,
  7. ἦμος ὅτʼ Ἠερίη πολυλήιος ἐκλήιστο,
  8. μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν,
  9. καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα
  10. ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει
  11. ὄμβρος· ἅλις προχοῇσι δʼ ἀνασταχύουσιν ἄρουραι.
  12. ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι
  13. Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν
  14. σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δʼ ἄστη
  15. νάσσατʼ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν,
  16. ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών.
  17. αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε
  18. τῶνδʼ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν,
  19. οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται,
  20. κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατʼ ἔασιν